HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

17:1 και εγενετο λογος κυριου προς με λεγων

17:2 υιε ανθρωπου διηγησαι διηγημα και ειπον παραβολην προς τον οικον του ισραηλ

17:3 και ερεις ταδε λεγει κυριος ο αετος ο μεγας ο μεγαλοπτερυγος ο μακρος τη εκτασει πληρης ονυχων ος εχει το ηγημα εισελθειν εις τον λιβανον και ελαβε τα επιλεκτα της κεδρου

17:4 τα ακρα της απαλοτητος απεκνισεν και ηνεγκεν αυτα εις γην χανααν εις πολιν τετειχισμενην εθετο αυτα

17:5 και ελαβεν απο του σπερματος της γης και εδωκεν αυτο εις το πεδιον φυτον εφ' υδατι πολλω επιβλεπομενον εταξεν αυτο

17:6 και ανετειλεν και εγενετο εις αμπελον ασθενουσαν και μικραν τω μεγεθει του επιφαινεσθαι αυτην τα κληματα αυτης επ' αυτην και αι ριζαι αυτης υποκατω αυτης ησαν και εγενετο εις αμπελον και εποιησεν απωρυγας και εξετεινεν την αναδενδραδα αυτης

17:7 και εγενετο αετος ετερος μεγας μεγαλοπτερυγος πολυς ονυξιν και ιδου η αμπελος αυτη περιπεπλεγμενη προς αυτον και αι ριζαι αυτης προς αυτον και τα κληματα αυτης εξαπεστειλεν αυτω του ποτισαι αυτην συν τω βωλω της φυτειας αυτης

17:8 εις πεδιον καλον εφ' υδατι πολλω αυτη πιαινεται του ποιειν βλαστους και φερειν καρπον του ειναι εις αμπελον μεγαλην

17:9 δια τουτο ειπον ταδε λεγει κυριος ει κατευθυνει ουχι αι ριζαι της απαλοτητος αυτης και ο καρπος σαπησεται και ξηρανθησεται παντα τα προανατελλοντα αυτης και ουκ εν βραχιονι μεγαλω ουδ' εν λαω πολλω του εκσπασαι αυτην εκ ριζων αυτης

17:10 και ιδου πιαινεται μη κατευθυνει ουχ αμα τω αψασθαι αυτης ανεμον τον καυσωνα ξηρανθησεται ξηρασια συν τω βωλω ανατολης αυτης ξηρανθησεται

17:11 και εγενετο λογος κυριου προς με λεγων

17:12 υιε ανθρωπου ειπον δη προς τον οικον τον παραπικραινοντα ουκ επιστασθε τι ην ταυτα ειπον οταν ελθη βασιλευς βαβυλωνος επι ιερουσαλημ και λημψεται τον βασιλεα αυτης και τους αρχοντας αυτης και αξει αυτους προς εαυτον εις βαβυλωνα

17:13 και λημψεται εκ του σπερματος της βασιλειας και διαθησεται προς αυτον διαθηκην και εισαξει αυτον εν αρα και τους ηγουμενους της γης λημψεται

17:14 του γενεσθαι εις βασιλειαν ασθενη το καθολου μη επαιρεσθαι του φυλασσειν την διαθηκην αυτου και ιστανειν αυτην

17:15 και αποστησεται απ' αυτου του εξαποστελλειν αγγελους εαυτου εις αιγυπτον του δουναι αυτω ιππους και λαον πολυν ει κατευθυνει ει διασωθησεται ο ποιων εναντια και παραβαινων διαθηκην ει σωθησεται

17:16 ζω εγω λεγει κυριος εαν μη εν ω τοπω ο βασιλευς ο βασιλευσας αυτον ος ητιμωσεν την αραν μου και ος παρεβη την διαθηκην μου μετ' αυτου εν μεσω βαβυλωνος τελευτησει

17:17 και ουκ εν δυναμει μεγαλη ουδ' εν οχλω πολλω ποιησει προς αυτον φαραω πολεμον εν χαρακοβολια και εν οικοδομη βελοστασεων του εξαραι ψυχας

17:18 και ητιμωσεν ορκωμοσιαν του παραβηναι διαθηκην και ιδου δεδωκεν την χειρα αυτου και παντα ταυτα εποιησεν αυτω μη σωθησεται

17:19 δια τουτο ειπον ταδε λεγει κυριος ζω εγω εαν μη την διαθηκην μου ην παρεβη και την ορκωμοσιαν μου ην ητιμωσεν και δωσω αυτα εις κεφαλην αυτου

17:20 και εκπετασω επ' αυτον το δικτυον μου και αλωσεται εν τη περιοχη αυτου

17:21 εν παση παραταξει αυτου εν ρομφαια πεσουνται και τους καταλοιπους εις παντα ανεμον διασπερω και επιγνωσεσθε διοτι εγω κυριος λελαληκα

17:22 διοτι ταδε λεγει κυριος και λημψομαι εγω εκ των επιλεκτων της κεδρου εκ κορυφης καρδιας αυτων αποκνιω και καταφυτευσω εγω επ' ορος υψηλον και κρεμασω αυτον

17:23 εν ορει μετεωρω του ισραηλ και καταφυτευσω και εξοισει βλαστον και ποιησει καρπον και εσται εις κεδρον μεγαλην και αναπαυσεται υποκατω αυτου παν θηριον και παν πετεινον υπο την σκιαν αυτου αναπαυσεται τα κληματα αυτου αποκατασταθησεται

17:24 και γνωσονται παντα τα ξυλα του πεδιου διοτι εγω κυριος ο ταπεινων ξυλον υψηλον και υψων ξυλον ταπεινον και ξηραινων ξυλον χλωρον και αναθαλλων ξυλον ξηρον εγω κυριος λελαληκα και ποιησω

 

Created with FREE HTMLCompiler by BibleDatabase