HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

23:1 και εγενετο λογος κυριου προς με λεγων

23:2 υιε ανθρωπου δυο γυναικες ησαν θυγατερες μητρος μιας

23:3 και εξεπορνευσαν εν αιγυπτω εν τη νεοτητι αυτων εκει επεσον οι μαστοι αυτων εκει διεπαρθενευθησαν

23:4 και τα ονοματα αυτων ην οολα η πρεσβυτερα και οολιβα η αδελφη αυτης και εγενοντο μοι και ετεκον υιους και θυγατερας και τα ονοματα αυτων σαμαρεια η οολα και ιερουσαλημ η οολιβα

23:5 και εξεπορνευσεν η οολα απ' εμου και επεθετο επι τους εραστας αυτης επι τους ασσυριους τους εγγιζοντας αυτη

23:6 ενδεδυκοτας υακινθινα ηγουμενους και στρατηγους νεανισκοι επιλεκτοι παντες ιππεις ιππαζομενοι εφ' ιππων

23:7 και εδωκεν την πορνειαν αυτης επ' αυτους επιλεκτοι υιοι ασσυριων παντες και επι παντας ους επεθετο εν πασι τοις ενθυμημασιν αυτης εμιαινετο

23:8 και την πορνειαν αυτης εξ αιγυπτου ουκ εγκατελιπεν οτι μετ' αυτης εκοιμωντο εν νεοτητι αυτης και αυτοι διεπαρθενευσαν αυτην και εξεχεαν την πορνειαν αυτων επ' αυτην

23:9 δια τουτο παρεδωκα αυτην εις χειρας των εραστων αυτης εις χειρας υιων ασσυριων εφ' ους επετιθετο

23:10 αυτοι απεκαλυψαν την αισχυνην αυτης υιους και θυγατερας αυτης ελαβον και αυτην εν ρομφαια απεκτειναν και εγενετο λαλημα εις γυναικας και εποιησαν εκδικησεις εν αυτη εις τας θυγατερας

23:11 και ειδεν η αδελφη αυτης οολιβα και διεφθειρε την επιθεσιν αυτης υπερ αυτην και την πορνειαν αυτης υπερ την πορνειαν της αδελφης αυτης

23:12 επι τους υιους των ασσυριων επεθετο ηγουμενους και στρατηγους τους εγγυς αυτης ενδεδυκοτας ευπαρυφα ιππεις ιππαζομενους εφ' ιππων νεανισκοι επιλεκτοι παντες

23:13 και ειδον οτι μεμιανται οδος μια των δυο

23:14 και προσεθετο προς την πορνειαν αυτης και ειδεν ανδρας εζωγραφημενους επι του τοιχου εικονας χαλδαιων εζωγραφημενους εν γραφιδι

23:15 εζωσμενους ποικιλματα επι τας οσφυας αυτων και τιαραι βαπται επι των κεφαλων αυτων οψις τρισση παντων ομοιωμα υιων χαλδαιων γης πατριδος αυτων

23:16 και επεθετο επ' αυτους τη ορασει οφθαλμων αυτης και εξαπεστειλεν αγγελους προς αυτους εις γην χαλδαιων

23:17 και ηλθοσαν προς αυτην υιοι βαβυλωνος εις κοιτην καταλυοντων και εμιαινον αυτην εν τη πορνεια αυτης και εμιανθη εν αυτοις και απεστη η ψυχη αυτης απ' αυτων

23:18 και απεκαλυψεν την πορνειαν αυτης και απεκαλυψεν την αισχυνην αυτης και απεστη η ψυχη μου απ' αυτης ον τροπον απεστη η ψυχη μου απο της αδελφης αυτης

23:19 και επληθυνας την πορνειαν σου του αναμνησαι ημερας νεοτητος σου εν αις επορνευσας εν αιγυπτω

23:20 και επεθου επι τους χαλδαιους ων ησαν ως ονων αι σαρκες αυτων και αιδοια ιππων τα αιδοια αυτων

23:21 και επεσκεψω την ανομιαν νεοτητος σου α εποιεις εν αιγυπτω εν τω καταλυματι σου ου οι μαστοι νεοτητος σου

23:22 δια τουτο οολιβα ταδε λεγει κυριος ιδου εγω εξεγειρω τους εραστας σου επι σε αφ' ων απεστη η ψυχη σου απ' αυτων και επαξω αυτους επι σε κυκλοθεν

23:23 υιους βαβυλωνος και παντας τους χαλδαιους φακουδ και σουε και κουε και παντας υιους ασσυριων μετ' αυτων νεανισκους επιλεκτους ηγεμονας και στρατηγους παντας τρισσους και ονομαστους ιππευοντας εφ' ιππων

23:24 και παντες ηξουσιν επι σε απο βορρα αρματα και τροχοι μετ' οχλου λαων θυρεοι και πελται και βαλουσιν φυλακην επι σε κυκλω και δωσω προ προσωπου αυτων κριμα και εκδικησουσιν σε εν τοις κριμασιν αυτων

23:25 και δωσω τον ζηλον μου εν σοι και ποιησουσιν μετα σου εν οργη θυμου μυκτηρα σου και ωτα σου αφελουσιν και τους καταλοιπους σου εν ρομφαια καταβαλουσιν αυτοι υιους σου και θυγατερας σου λημψονται και τους καταλοιπους σου πυρ καταφαγεται

23:26 και εκδυσουσιν σε τον ιματισμον σου και λημψονται τα σκευη της καυχησεως σου

23:27 και αποστρεψω τας ασεβειας σου εκ σου και την πορνειαν σου εκ γης αιγυπτου και ου μη αρης τους οφθαλμους σου επ' αυτους και αιγυπτου ου μη μνησθης ουκετι

23:28 διοτι ταδε λεγει κυριος κυριος ιδου εγω παραδιδωμι σε εις χειρας ων μισεις αφ' ων απεστη η ψυχη σου απ' αυτων

23:29 και ποιησουσιν εν σοι εν μισει και λημψονται παντας τους πονους σου και τους μοχθους σου και εση γυμνη και ασχημονουσα και αποκαλυφθησεται αισχυνη πορνειας σου και ασεβεια σου και η πορνεια σου

23:30 εποιησεν ταυτα σοι εν τω εκπορνευσαι σε οπισω εθνων και εμιαινου εν τοις ενθυμημασιν αυτων

23:31 εν τη οδω της αδελφης σου επορευθης και δωσω το ποτηριον αυτης εις χειρας σου

23:32 ταδε λεγει κυριος το ποτηριον της αδελφης σου πιεσαι το βαθυ και το πλατυ το πλεοναζον του συντελεσαι

23:33 μεθην και εκλυσεως πλησθηση και το ποτηριον αφανισμου ποτηριον αδελφης σου σαμαρειας

23:34 και πιεσαι αυτο και τας εορτας και τας νεομηνιας αυτης αποστρεψω διοτι εγω λελαληκα λεγει κυριος

23:35 δια τουτο ταδε λεγει κυριος ανθ' ων επελαθου μου και απερριψας με οπισω του σωματος σου και συ λαβε την ασεβειαν σου και την πορνειαν σου

23:36 και ειπεν κυριος προς με υιε ανθρωπου ου κρινεις την οολαν και την οολιβαν και απαγγελεις αυταις τας ανομιας αυτων

23:37 οτι εμοιχωντο και αιμα εν χερσιν αυτων τα ενθυμηματα αυτων εμοιχωντο και τα τεκνα αυτων α εγεννησαν μοι διηγαγον αυτοις δι' εμπυρων

23:38 εως και ταυτα εποιησαν μοι τα αγια μου εμιαινον και τα σαββατα μου εβεβηλουν

23:39 και εν τω σφαζειν αυτους τα τεκνα αυτων τοις ειδωλοις αυτων και εισεπορευοντο εις τα αγια μου του βεβηλουν αυτα και οτι ουτως εποιουν εν μεσω του οικου μου

23:40 και οτι τοις ανδρασιν τοις ερχομενοις μακροθεν οις αγγελους εξαπεστελλοσαν προς αυτους και αμα τω ερχεσθαι αυτους ευθυς ελουου και εστιβιζου τους οφθαλμους σου και εκοσμου κοσμω

23:41 και εκαθου επι κλινης εστρωμενης και τραπεζα κεκοσμημενη προ προσωπου αυτης και το θυμιαμα μου και το ελαιον μου ευφραινοντο εν αυτοις

23:42 και φωνην αρμονιας ανεκρουοντο και προς ανδρας εκ πληθους ανθρωπων ηκοντας εκ της ερημου και εδιδοσαν ψελια επι τας χειρας αυτων και στεφανον καυχησεως επι τας κεφαλας αυτων

23:43 και ειπα ουκ εν τουτοις μοιχευουσιν και εργα πορνης και αυτη εξεπορνευσεν

23:44 και εισεπορευοντο προς αυτην ον τροπον εισπορευονται προς γυναικα πορνην ουτως εισεπορευοντο προς οολαν και προς οολιβαν του ποιησαι ανομιαν

23:45 και ανδρες δικαιοι αυτοι εκδικησουσιν αυτας εκδικησει μοιχαλιδος και εκδικησει αιματος οτι μοιχαλιδες εισιν και αιμα εν χερσιν αυτων

23:46 ταδε λεγει κυριος κυριος αναγαγε επ' αυτας οχλον και δος εν αυταις ταραχην και διαρπαγην

23:47 και λιθοβολησον επ' αυτας λιθοις οχλων και κατακεντει αυτας εν τοις ξιφεσιν αυτων υιους αυτων και θυγατερας αυτων αποκτενουσι και τους οικους αυτων εμπρησουσιν

23:48 και αποστρεψω ασεβειαν εκ της γης και παιδευθησονται πασαι αι γυναικες και ου μη ποιησουσιν κατα τας ασεβειας αυτων

23:49 και δοθησεται η ασεβεια υμων εφ' υμας και τας αμαρτιας των ενθυμηματων υμων λημψεσθε και γνωσεσθε διοτι εγω κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase