HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

25:1 και εγενετο λογος κυριου προς με λεγων

25:2 υιε ανθρωπου στηρισον το προσωπον σου επι τους υιους αμμων και προφητευσον επ' αυτους

25:3 και ερεις τοις υιοις αμμων ακουσατε λογον κυριου ταδε λεγει κυριος ανθ' ων επεχαρητε επι τα αγια μου οτι εβεβηλωθη και επι την γην του ισραηλ οτι ηφανισθη και επι τον οικον του ιουδα οτι επορευθησαν εν αιχμαλωσια

25:4 δια τουτο ιδου εγω παραδιδωμι υμας τοις υιοις κεδεμ εις κληρονομιαν και κατασκηνωσουσιν εν τη απαρτια αυτων εν σοι και δωσουσιν εν σοι τα σκηνωματα αυτων αυτοι φαγονται τους καρπους σου και αυτοι πιονται την πιοτητα σου

25:5 και δωσω την πολιν του αμμων εις νομας καμηλων και τους υιους αμμων εις νομην προβατων και επιγνωσεσθε διοτι εγω κυριος

25:6 διοτι ταδε λεγει κυριος ανθ' ων εκροτησας την χειρα σου και επεψοφησας τω ποδι σου και επεχαρας εκ ψυχης σου επι την γην του ισραηλ

25:7 δια τουτο εκτενω την χειρα μου επι σε και δωσω σε εις διαρπαγην εν τοις εθνεσιν και εξολεθρευσω σε εκ των λαων και απολω σε εκ των χωρων απωλεια και επιγνωση διοτι εγω κυριος

25:8 ταδε λεγει κυριος ανθ' ων ειπεν μωαβ ιδου ον τροπον παντα τα εθνη οικος ισραηλ και ιουδα

25:9 δια τουτο ιδου εγω παραλυω τον ωμον μωαβ απο πολεων ακρωτηριων αυτου εκλεκτην γην οικον ασιμουθ επανω πηγης πολεως παραθαλασσιας

25:10 τοις υιοις κεδεμ επι τους υιους αμμων δεδωκα αυτους εις κληρονομιαν οπως μη μνεια γενηται των υιων αμμων

25:11 και εις μωαβ ποιησω εκδικησιν και επιγνωσονται διοτι εγω κυριος

25:12 ταδε λεγει κυριος ανθ' ων εποιησεν η ιδουμαια εν τω εκδικησαι αυτους εκδικησιν εις τον οικον ιουδα και εμνησικακησαν και εξεδικησαν δικην

25:13 δια τουτο ταδε λεγει κυριος και εκτενω την χειρα μου επι την ιδουμαιαν και εξολεθρευσω εξ αυτης ανθρωπον και κτηνος και θησομαι αυτην ερημον και εκ θαιμαν διωκομενοι εν ρομφαια πεσουνται

25:14 και δωσω εκδικησιν μου επι την ιδουμαιαν εν χειρι λαου μου ισραηλ και ποιησουσιν εν τη ιδουμαια κατα την οργην μου και κατα τον θυμον μου και επιγνωσονται την εκδικησιν μου λεγει κυριος

25:15 δια τουτο ταδε λεγει κυριος ανθ' ων εποιησαν οι αλλοφυλοι εν εκδικησει και εξανεστησαν εκδικησιν επιχαιροντες εκ ψυχης του εξαλειψαι εως αιωνος

25:16 δια τουτο ταδε λεγει κυριος ιδου εγω εκτενω την χειρα μου επι τους αλλοφυλους και εξολεθρευσω κρητας και απολω τους καταλοιπους τους κατοικουντας την παραλιαν

25:17 και ποιησω εν αυτοις εκδικησεις μεγαλας και επιγνωσονται διοτι εγω κυριος εν τω δουναι την εκδικησιν μου επ' αυτους

 

Created with FREE HTMLCompiler by BibleDatabase