HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

28:1 και εγενετο λογος κυριου προς με λεγων

28:2 και συ υιε ανθρωπου ειπον τω αρχοντι τυρου ταδε λεγει κυριος ανθ' ων υψωθη σου η καρδια και ειπας θεος ειμι εγω κατοικιαν θεου κατωκηκα εν καρδια θαλασσης συ δε ει ανθρωπος και ου θεος και εδωκας την καρδιαν σου ως καρδιαν θεου

28:3 μη σοφωτερος ει συ του δανιηλ σοφοι ουκ επαιδευσαν σε τη επιστημη αυτων

28:4 μη εν τη επιστημη σου η εν τη φρονησει σου εποιησας σεαυτω δυναμιν και χρυσιον και αργυριον εν τοις θησαυροις σου

28:5 εν τη πολλη επιστημη σου και εμπορια σου επληθυνας δυναμιν σου υψωθη η καρδια σου εν τη δυναμει σου

28:6 δια τουτο ταδε λεγει κυριος επειδη δεδωκας την καρδιαν σου ως καρδιαν θεου

28:7 αντι τουτου ιδου εγω επαγω επι σε αλλοτριους λοιμους απο εθνων και εκκενωσουσιν τας μαχαιρας αυτων επι σε και επι το καλλος της επιστημης σου και στρωσουσιν το καλλος σου εις απωλειαν

28:8 και καταβιβασουσιν σε και αποθανη θανατω τραυματιων εν καρδια θαλασσης

28:9 μη λεγων ερεις θεος ειμι εγω ενωπιον των αναιρουντων σε συ δε ει ανθρωπος και ου θεος εν πληθει

28:10 απεριτμητων απολη εν χερσιν αλλοτριων οτι εγω ελαλησα λεγει κυριος

28:11 και εγενετο λογος κυριου προς με λεγων

28:12 υιε ανθρωπου λαβε θρηνον επι τον αρχοντα τυρου και ειπον αυτω ταδε λεγει κυριος κυριος συ αποσφραγισμα ομοιωσεως και στεφανος καλλους

28:13 εν τη τρυφη του παραδεισου του θεου εγενηθης παν λιθον χρηστον ενδεδεσαι σαρδιον και τοπαζιον και σμαραγδον και ανθρακα και σαπφειρον και ιασπιν και αργυριον και χρυσιον και λιγυριον και αχατην και αμεθυστον και χρυσολιθον και βηρυλλιον και ονυχιον και χρυσιου ενεπλησας τους θησαυρους σου και τας αποθηκας σου εν σοι αφ' ης ημερας εκτισθης συ

28:14 μετα του χερουβ εθηκα σε εν ορει αγιω θεου εγενηθης εν μεσω λιθων πυρινων

28:15 εγενηθης αμωμος συ εν ταις ημεραις σου αφ' ης ημερας συ εκτισθης εως ευρεθη τα αδικηματα εν σοι

28:16 απο πληθους της εμποριας σου επλησας τα ταμιεια σου ανομιας και ημαρτες και ετραυματισθης απο ορους του θεου και ηγαγεν σε το χερουβ εκ μεσου λιθων πυρινων

28:17 υψωθη η καρδια σου επι τω καλλει σου διεφθαρη η επιστημη σου μετα του καλλους σου δια πληθος αμαρτιων σου επι την γην ερριψα σε εναντιον βασιλεων εδωκα σε παραδειγματισθηναι

28:18 δια το πληθος των αμαρτιων σου και των αδικιων της εμποριας σου εβεβηλωσας τα ιερα σου και εξαξω πυρ εκ μεσου σου τουτο καταφαγεται σε και δωσω σε εις σποδον επι της γης σου εναντιον παντων των ορωντων σε

28:19 και παντες οι επισταμενοι σε εν τοις εθνεσιν στυγνασουσιν επι σε απωλεια εγενου και ουχ υπαρξεις ετι εις τον αιωνα

28:20 και εγενετο λογος κυριου προς με λεγων

28:21 υιε ανθρωπου στηρισον το προσωπον σου επι σιδωνα και προφητευσον επ' αυτην

28:22 και ειπον ταδε λεγει κυριος ιδου εγω επι σε σιδων και ενδοξασθησομαι εν σοι και γνωση οτι εγω ειμι κυριος εν τω ποιησαι με εν σοι κριματα και αγιασθησομαι εν σοι

28:23 αιμα και θανατος εν ταις πλατειαις σου και πεσουνται τετραυματισμενοι εν μαχαιραις εν σοι περικυκλω σου και γνωσονται διοτι εγω ειμι κυριος

28:24 και ουκ εσονται ουκετι τω οικω του ισραηλ σκολοψ πικριας και ακανθα οδυνης απο παντων των περικυκλω αυτων των ατιμασαντων αυτους και γνωσονται οτι εγω ειμι κυριος

28:25 ταδε λεγει κυριος κυριος και συναξω τον ισραηλ εκ των εθνων ου διεσκορπισθησαν εκει και αγιασθησομαι εν αυτοις ενωπιον των λαων και των εθνων και κατοικησουσιν επι της γης αυτων ην δεδωκα τω δουλω μου ιακωβ

28:26 και κατοικησουσιν επ' αυτης εν ελπιδι και οικοδομησουσιν οικιας και φυτευσουσιν αμπελωνας και κατοικησουσιν εν ελπιδι οταν ποιησω κριμα εν πασιν τοις ατιμασασιν αυτους εν τοις κυκλω αυτων και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων και ο θεος των πατερων αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase