HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

33:1 και εγενετο λογος κυριου προς με λεγων

33:2 υιε ανθρωπου λαλησον τοις υιοις του λαου σου και ερεις προς αυτους γη εφ' ην αν επαγω ρομφαιαν και λαβη ο λαος της γης ανθρωπον ενα εξ αυτων και δωσιν αυτον εαυτοις εις σκοπον

33:3 και ιδη την ρομφαιαν ερχομενην επι την γην και σαλπιση τη σαλπιγγι και σημανη τω λαω

33:4 και ακουση ο ακουσας την φωνην της σαλπιγγος και μη φυλαξηται και επελθη η ρομφαια και καταλαβη αυτον το αιμα αυτου επι της κεφαλης αυτου εσται

33:5 οτι την φωνην της σαλπιγγος ακουσας ουκ εφυλαξατο το αιμα αυτου επ' αυτου εσται και ουτος οτι εφυλαξατο την ψυχην αυτου εξειλατο

33:6 και ο σκοπος εαν ιδη την ρομφαιαν ερχομενην και μη σημανη τη σαλπιγγι και ο λαος μη φυλαξηται και ελθουσα η ρομφαια λαβη εξ αυτων ψυχην αυτη δια την αυτης ανομιαν ελημφθη και το αιμα εκ της χειρος του σκοπου εκζητησω

33:7 και συ υιε ανθρωπου σκοπον δεδωκα σε τω οικω ισραηλ και ακουση εκ στοματος μου λογον

33:8 εν τω ειπαι με τω αμαρτωλω θανατω θανατωθηση και μη λαλησης του φυλαξασθαι τον ασεβη απο της οδου αυτου αυτος ο ανομος τη ανομια αυτου αποθανειται το δε αιμα αυτου εκ της χειρος σου εκζητησω

33:9 συ δε εαν προαπαγγειλης τω ασεβει την οδον αυτου του αποστρεψαι απ' αυτης και μη αποστρεψη απο της οδου αυτου ουτος τη ασεβεια αυτου αποθανειται και συ την ψυχην σαυτου εξηρησαι

33:10 και συ υιε ανθρωπου ειπον τω οικω ισραηλ ουτως ελαλησατε λεγοντες αι πλαναι ημων και αι ανομιαι ημων εφ' ημιν εισιν και εν αυταις ημεις τηκομεθα και πως ζησομεθα

33:11 ειπον αυτοις ζω εγω ταδε λεγει κυριος ου βουλομαι τον θανατον του ασεβους ως το αποστρεψαι τον ασεβη απο της οδου αυτου και ζην αυτον αποστροφη αποστρεψατε απο της οδου υμων και ινα τι αποθνησκετε οικος ισραηλ

33:12 ειπον προς τους υιους του λαου σου δικαιοσυνη δικαιου ου μη εξεληται αυτον εν η αν ημερα πλανηθη και ανομια ασεβους ου μη κακωση αυτον εν η αν ημερα αποστρεψη απο της ανομιας αυτου και δικαιος ου μη δυνηται σωθηναι

33:13 εν τω ειπαι με τω δικαιω ουτος πεποιθεν επι τη δικαιοσυνη αυτου και ποιηση ανομιαν πασαι αι δικαιοσυναι αυτου ου μη αναμνησθωσιν εν τη αδικια αυτου η εποιησεν εν αυτη αποθανειται

33:14 και εν τω ειπαι με τω ασεβει θανατω θανατωθηση και αποστρεψη απο της αμαρτιας αυτου και ποιηση κριμα και δικαιοσυνην

33:15 και ενεχυρασμα αποδω και αρπαγμα αποτειση εν προσταγμασιν ζωης διαπορευηται του μη ποιησαι αδικον ζωη ζησεται και ου μη αποθανη

33:16 πασαι αι αμαρτιαι αυτου ας ημαρτεν ου μη αναμνησθωσιν οτι κριμα και δικαιοσυνην εποιησεν εν αυτοις ζησεται

33:17 και ερουσιν οι υιοι του λαου σου ουκ ευθεια η οδος του κυριου και αυτη η οδος αυτων ουκ ευθεια

33:18 εν τω αποστρεψαι δικαιον απο της δικαιοσυνης αυτου και ποιηση ανομιας και αποθανειται εν αυταις

33:19 και εν τω αποστρεψαι τον αμαρτωλον απο της ανομιας αυτου και ποιηση κριμα και δικαιοσυνην εν αυτοις αυτος ζησεται

33:20 και τουτο εστιν ο ειπατε ουκ ευθεια η οδος κυριου εκαστον εν ταις οδοις αυτου κρινω υμας οικος ισραηλ

33:21 και εγενηθη εν τω δωδεκατω ετει εν τω δωδεκατω μηνι πεμπτη του μηνος της αιχμαλωσιας ημων ηλθεν ο ανασωθεις προς με απο ιερουσαλημ λεγων εαλω η πολις

33:22 και εγενηθη επ' εμε χειρ κυριου εσπερας πριν ελθειν αυτον και ηνοιξεν μου το στομα εως ηλθεν προς με το πρωι και ανοιχθεν μου το στομα ου συνεσχεθη ετι

33:23 και εγενηθη λογος κυριου προς με λεγων

33:24 υιε ανθρωπου οι κατοικουντες τας ηρημωμενας επι της γης του ισραηλ λεγουσιν εις ην αβρααμ και κατεσχεν την γην και ημεις πλειους εσμεν ημιν δεδοται η γη εις κατασχεσιν

33:25 δια τουτο ειπον αυτοις ταδε λεγει κυριος κυριος

33:27 ζω εγω ει μην οι εν ταις ηρημωμεναις μαχαιρα πεσουνται και οι επι προσωπου του πεδιου τοις θηριοις του αγρου δοθησονται εις καταβρωμα και τους εν ταις τετειχισμεναις και τους εν τοις σπηλαιοις θανατω αποκτενω

33:28 και δωσω την γην ερημον και απολειται η υβρις της ισχυος αυτης και ερημωθησεται τα ορη του ισραηλ δια το μη ειναι διαπορευομενον

33:29 και γνωσονται οτι εγω ειμι κυριος και ποιησω την γην αυτων ερημον και ερημωθησεται δια παντα τα βδελυγματα αυτων α εποιησαν

33:30 και συ υιε ανθρωπου οι υιοι του λαου σου οι λαλουντες περι σου παρα τα τειχη και εν τοις πυλωσι των οικιων και λαλουσιν ανθρωπος τω αδελφω αυτου λεγοντες συνελθωμεν και ακουσωμεν τα εκπορευομενα παρα κυριου

33:31 ερχονται προς σε ως συμπορευεται λαος και καθηνται εναντιον σου και ακουουσιν τα ρηματα σου και αυτα ου μη ποιησουσιν οτι ψευδος εν τω στοματι αυτων και οπισω των μιασματων η καρδια αυτων

33:32 και γινη αυτοις ως φωνη ψαλτηριου ηδυφωνου ευαρμοστου και ακουσονται σου τα ρηματα και ου μη ποιησουσιν αυτα

33:33 και ηνικα αν ελθη ερουσιν ιδου ηκει και γνωσονται οτι προφητης ην εν μεσω αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase