HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 35

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

35:1 και εγενετο λογος κυριου προς με λεγων

35:2 υιε ανθρωπου επιστρεψον το προσωπον σου επ' ορος σηιρ και προφητευσον επ' αυτο

35:3 και ειπον ταδε λεγει κυριος κυριος ιδου εγω επι σε ορος σηιρ και εκτενω την χειρα μου επι σε και δωσω σε ερημον και ερημωθηση

35:4 και ταις πολεσιν σου ερημιαν ποιησω και συ ερημος εση και γνωση οτι εγω ειμι κυριος

35:5 αντι του γενεσθαι σε εχθραν αιωνιαν και ενεκαθισας τω οικω ισραηλ δολω εν χειρι εχθρων μαχαιρα εν καιρω αδικιας επ' εσχατω

35:6 δια τουτο ζω εγω λεγει κυριος κυριος ει μην εις αιμα ημαρτες και αιμα σε διωξεται

35:7 και δωσω το ορος σηιρ εις ερημον και ηρημωμενον και απολω απ' αυτου ανθρωπους και κτηνη

35:8 και εμπλησω των τραυματιων σου τους βουνους και τας φαραγγας σου και εν πασι τοις πεδιοις σου τετραυματισμενοι μαχαιρα πεσουνται εν σοι

35:9 ερημιαν αιωνιον θησομαι σε και αι πολεις σου ου μη κατοικηθωσιν ετι και γνωση οτι εγω ειμι κυριος

35:10 δια το ειπειν σε τα δυο εθνη και αι δυο χωραι εμαι εσονται και κληρονομησω αυτας και κυριος εκει εστιν

35:11 δια τουτο ζω εγω λεγει κυριος και ποιησω σοι κατα την εχθραν σου και γνωσθησομαι σοι ηνικα αν κρινω σε

35:12 και γνωση οτι εγω ειμι κυριος ηκουσα της φωνης των βλασφημιων σου οτι ειπας τα ορη ισραηλ ερημα ημιν δεδοται εις καταβρωμα

35:13 και εμεγαλορημονησας επ' εμε τω στοματι σου εγω ηκουσα

35:14 ταδε λεγει κυριος εν τη ευφροσυνη πασης της γης ερημον ποιησω σε

35:15 ερημον εση ορος σηιρ και πασα η ιδουμαια εξαναλωθησεται και γνωση οτι εγω ειμι κυριος ο θεος αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase