HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

38:1 και εγενετο λογος κυριου προς με λεγων

38:2 υιε ανθρωπου στηρισον το προσωπον σου επι γωγ και την γην του μαγωγ αρχοντα ρως μοσοχ και θοβελ και προφητευσον επ' αυτον

38:3 και ειπον αυτω ταδε λεγει κυριος κυριος ιδου εγω επι σε γωγ αρχοντα ρως μοσοχ και θοβελ

38:4 και συναξω σε και πασαν την δυναμιν σου ιππους και ιππεις ενδεδυμενους θωρακας παντας συναγωγη πολλη πελται και περικεφαλαιαι και μαχαιραι

38:5 περσαι και αιθιοπες και λιβυες παντες περικεφαλαιαις και πελταις

38:6 γομερ και παντες οι περι αυτον οικος του θεργαμα απ' εσχατου βορρα και παντες οι περι αυτον και εθνη πολλα μετα σου

38:7 ετοιμασθητι ετοιμασον σεαυτον συ και πασα η συναγωγη σου οι συνηγμενοι μετα σου και εση μοι εις προφυλακην

38:8 αφ' ημερων πλειονων ετοιμασθησεται και επ' εσχατου ετων ελευσεται και ηξει εις την γην την απεστραμμενην απο μαχαιρας συνηγμενων απο εθνων πολλων επι γην ισραηλ η εγενηθη ερημος δι' ολου και ουτος εξ εθνων εξεληλυθεν και κατοικησουσιν επ' ειρηνης απαντες

38:9 και αναβηση ως υετος και ηξεις ως νεφελη κατακαλυψαι γην και εση συ και παντες οι περι σε και εθνη πολλα μετα σου

38:10 ταδε λεγει κυριος κυριος και εσται εν τη ημερα εκεινη αναβησεται ρηματα επι την καρδιαν σου και λογιη λογισμους πονηρους

38:11 και ερεις αναβησομαι επι γην απερριμμενην ηξω επι ησυχαζοντας εν ησυχια και οικουντας επ' ειρηνης παντας κατοικουντας γην εν η ουχ υπαρχει τειχος ουδε μοχλοι και θυραι ουκ εισιν αυτοις

38:12 προνομευσαι προνομην και σκυλευσαι σκυλα αυτων του επιστρεψαι χειρα σου εις την ηρημωμενην η κατωκισθη και επ' εθνος συνηγμενον απο εθνων πολλων πεποιηκοτας κτησεις κατοικουντας επι τον ομφαλον της γης

38:13 σαβα και δαιδαν και εμποροι καρχηδονιοι και πασαι αι κωμαι αυτων ερουσιν σοι εις προνομην του προνομευσαι συ ερχη και σκυλευσαι σκυλα συνηγαγες συναγωγην σου λαβειν αργυριον και χρυσιον απενεγκασθαι κτησιν του σκυλευσαι σκυλα

38:14 δια τουτο προφητευσον υιε ανθρωπου και ειπον τω γωγ ταδε λεγει κυριος ουκ εν τη ημερα εκεινη εν τω κατοικισθηναι τον λαον μου ισραηλ επ' ειρηνης εγερθηση

38:15 και ηξεις εκ του τοπου σου απ' εσχατου βορρα και εθνη πολλα μετα σου αναβαται ιππων παντες συναγωγη μεγαλη και δυναμις πολλη

38:16 και αναβηση επι τον λαον μου ισραηλ ως νεφελη καλυψαι γην επ' εσχατων των ημερων εσται και αναξω σε επι την γην μου ινα γνωσιν παντα τα εθνη εμε εν τω αγιασθηναι με εν σοι ενωπιον αυτων

38:17 ταδε λεγει κυριος κυριος τω γωγ συ ει περι ου ελαλησα προ ημερων των εμπροσθεν δια χειρος των δουλων μου προφητων του ισραηλ εν ταις ημεραις εκειναις και ετεσιν του αγαγειν σε επ' αυτους

38:18 και εσται εν τη ημερα εκεινη εν ημερα η αν ελθη γωγ επι την γην του ισραηλ λεγει κυριος κυριος αναβησεται ο θυμος μου

38:19 και ο ζηλος μου εν πυρι της οργης μου ελαλησα ει μην εν τη ημερα εκεινη εσται σεισμος μεγας επι γης ισραηλ

38:20 και σεισθησονται απο προσωπου κυριου οι ιχθυες της θαλασσης και τα πετεινα του ουρανου και τα θηρια του πεδιου και παντα τα ερπετα τα ερποντα επι της γης και παντες οι ανθρωποι οι επι προσωπου της γης και ραγησεται τα ορη και πεσουνται αι φαραγγες και παν τειχος επι την γην πεσειται

38:21 και καλεσω επ' αυτον παν φοβον λεγει κυριος μαχαιρα ανθρωπου επι τον αδελφον αυτου εσται

38:22 και κρινω αυτον θανατω και αιματι και υετω κατακλυζοντι και λιθοις χαλαζης και πυρ και θειον βρεξω επ' αυτον και επι παντας τους μετ' αυτου και επ' εθνη πολλα μετ' αυτου

38:23 και μεγαλυνθησομαι και αγιασθησομαι και ενδοξασθησομαι και γνωσθησομαι εναντιον εθνων πολλων και γνωσονται οτι εγω ειμι κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase