HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 45

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

45:1 και εν τω καταμετρεισθαι υμας την γην εν κληρονομια αφοριειτε απαρχην τω κυριω αγιον απο της γης πεντε και εικοσι χιλιαδας μηκος και ευρος εικοσι χιλιαδας αγιον εσται εν πασι τοις οριοις αυτου κυκλοθεν

45:2 και εσται εκ τουτου εις αγιασμα πεντακοσιοι επι πεντακοσιους τετραγωνον κυκλοθεν και πηχεις πεντηκοντα διαστημα αυτω κυκλοθεν

45:3 και εκ ταυτης της διαμετρησεως διαμετρησεις μηκος πεντε και εικοσι χιλιαδας και ευρος δεκα χιλιαδας και εν αυτη εσται το αγιασμα αγια των αγιων

45:4 απο της γης εσται τοις ιερευσιν τοις λειτουργουσιν εν τω αγιω και εσται τοις εγγιζουσι λειτουργειν τω κυριω και εσται αυτοις τοπος εις οικους αφωρισμενους τω αγιασμω αυτων

45:5 εικοσι και πεντε χιλιαδες μηκος και ευρος δεκα χιλιαδες εσται τοις λευιταις τοις λειτουργουσιν τω οικω αυτοις εις κατασχεσιν πολεις του κατοικειν

45:6 και την κατασχεσιν της πολεως δωσεις πεντε χιλιαδας ευρος και μηκος πεντε και εικοσι χιλιαδας ον τροπον η απαρχη των αγιων παντι οικω ισραηλ εσονται

45:7 και τω ηγουμενω εκ τουτου και απο τουτου εις τας απαρχας των αγιων εις κατασχεσιν της πολεως κατα προσωπον των απαρχων των αγιων και κατα προσωπον της κατασχεσεως της πολεως τα προς θαλασσαν και απο των προς θαλασσαν προς ανατολας και το μηκος ως μια των μεριδων απο των οριων των προς θαλασσαν και το μηκος επι τα ορια τα προς ανατολας της γης

45:8 και εσται αυτω εις κατασχεσιν εν τω ισραηλ και ου καταδυναστευσουσιν ουκετι οι αφηγουμενοι του ισραηλ τον λαον μου και την γην κατακληρονομησουσιν οικος ισραηλ κατα φυλας αυτων

45:9 ταδε λεγει κυριος θεος ικανουσθω υμιν οι αφηγουμενοι του ισραηλ αδικιαν και ταλαιπωριαν αφελεσθε και κριμα και δικαιοσυνην ποιησατε εξαρατε καταδυναστειαν απο του λαου μου λεγει κυριος θεος

45:10 ζυγος δικαιος και μετρον δικαιον και χοινιξ δικαια εστω υμιν

45:11 το μετρον και η χοινιξ ομοιως μια εσται του λαμβανειν το δεκατον του γομορ η χοινιξ και το δεκατον του γομορ το μετρον προς το γομορ εσται ισον

45:12 και το σταθμιον εικοσι οβολοι οι πεντε σικλοι πεντε και οι δεκα σικλοι δεκα και πεντηκοντα σικλοι η μνα εσται υμιν

45:13 και αυτη η απαρχη ην αφοριειτε εκτον του μετρου απο του γομορ του πυρου και το εκτον του οιφι απο του κορου των κριθων

45:14 και το προσταγμα του ελαιου κοτυλην ελαιου απο δεκα κοτυλων οτι αι δεκα κοτυλαι εισιν γομορ

45:15 και προβατον απο των δεκα προβατων αφαιρεμα εκ πασων των πατριων του ισραηλ εις θυσιας και εις ολοκαυτωματα και εις σωτηριου του εξιλασκεσθαι περι υμων λεγει κυριος θεος

45:16 και πας ο λαος δωσει την απαρχην ταυτην τω αφηγουμενω του ισραηλ

45:17 και δια του αφηγουμενου εσται τα ολοκαυτωματα και αι θυσιαι και αι σπονδαι εσονται εν ταις εορταις και εν ταις νουμηνιαις και εν τοις σαββατοις και εν πασαις ταις εορταις οικου ισραηλ αυτος ποιησει τα υπερ αμαρτιας και την θυσιαν και τα ολοκαυτωματα και τα του σωτηριου του εξιλασκεσθαι υπερ του οικου ισραηλ

45:18 ταδε λεγει κυριος θεος εν τω πρωτω μηνι μια του μηνος λημψεσθε μοσχον εκ βοων αμωμον του εξιλασασθαι το αγιον

45:19 και λημψεται ο ιερευς απο του αιματος του εξιλασμου και δωσει επι τας φλιας του οικου και επι τας τεσσαρας γωνιας του ιερου και επι το θυσιαστηριον και επι τας φλιας της πυλης της αυλης της εσωτερας

45:20 και ουτως ποιησεις εν τω εβδομω μηνι μια του μηνος λημψη παρ' εκαστου απομοιραν και εξιλασεσθε τον οικον

45:21 και εν τω πρωτω μηνι τεσσαρεσκαιδεκατη του μηνος εσται υμιν το πασχα εορτη επτα ημερας αζυμα εδεσθε

45:22 και ποιησει ο αφηγουμενος εν εκεινη τη ημερα υπερ αυτου και του οικου και υπερ παντος του λαου της γης μοσχον υπερ αμαρτιας

45:23 και τας επτα ημερας της εορτης ποιησει ολοκαυτωματα τω κυριω επτα μοσχους και επτα κριους αμωμους καθ' ημεραν τας επτα ημερας και υπερ αμαρτιας εριφον αιγων καθ' ημεραν

45:24 και θυσιαν πεμμα τω μοσχω και πεμμα τω κριω ποιησεις και ελαιου το ιν τω πεμματι

45:25 και εν τω εβδομω μηνι πεντεκαιδεκατη του μηνος εν τη εορτη ποιησεις κατα τα αυτα επτα ημερας καθως τα υπερ της αμαρτιας και καθως τα ολοκαυτωματα και καθως το μαναα και καθως το ελαιον

 

Created with FREE HTMLCompiler by BibleDatabase