HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 46

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

46:1 ταδε λεγει κυριος θεος πυλη η εν τη αυλη τη εσωτερα η βλεπουσα προς ανατολας εσται κεκλεισμενη εξ ημερας τας ενεργους εν δε τη ημερα των σαββατων ανοιχθησεται και εν τη ημερα της νουμηνιας ανοιχθησεται

46:2 και εισελευσεται ο αφηγουμενος κατα την οδον του αιλαμ της πυλης της εξωθεν και στησεται επι τα προθυρα της πυλης και ποιησουσιν οι ιερεις τα ολοκαυτωματα αυτου και τα του σωτηριου αυτου και προσκυνησει επι του προθυρου της πυλης και εξελευσεται και η πυλη ου μη κλεισθη εως εσπερας

46:3 και προσκυνησει ο λαος της γης κατα τα προθυρα της πυλης εκεινης εν τοις σαββατοις και εν ταις νουμηνιαις εναντιον κυριου

46:4 και τα ολοκαυτωματα προσοισει ο αφηγουμενος τω κυριω εν τη ημερα των σαββατων εξ αμνους αμωμους και κριον αμωμον

46:5 και μαναα πεμμα τω κριω και τοις αμνοις θυσιαν δομα χειρος αυτου και ελαιου το ιν τω πεμματι

46:6 και εν τη ημερα της νουμηνιας μοσχον αμωμον και εξ αμνους και κριος αμωμος εσται

46:7 και πεμμα τω κριω και πεμμα τω μοσχω εσται μαναα και τοις αμνοις καθως εαν εκποιη η χειρ αυτου και ελαιου το ιν τω πεμματι

46:8 και εν τω εισπορευεσθαι τον αφηγουμενον κατα την οδον του αιλαμ της πυλης εισελευσεται και κατα την οδον της πυλης εξελευσεται

46:9 και οταν εισπορευηται ο λαος της γης εναντιον κυριου εν ταις εορταις ο εισπορευομενος κατα την οδον της πυλης της προς βορραν προσκυνειν εξελευσεται κατα την οδον της πυλης της προς νοτον και ο εισπορευομενος κατα την οδον της πυλης της προς νοτον εξελευσεται κατα την οδον της πυλης της προς βορραν ουκ αναστρεψει κατα την πυλην ην εισεληλυθεν αλλ' η κατ' ευθυ αυτης εξελευσεται

46:10 και ο αφηγουμενος εν μεσω αυτων εν τω εισπορευεσθαι αυτους εισελευσεται μετ' αυτων και εν τω εκπορευεσθαι αυτους εξελευσεται

46:11 και εν ταις εορταις και εν ταις πανηγυρεσιν εσται το μαναα πεμμα τω μοσχω και πεμμα τω κριω και τοις αμνοις καθως αν εκποιη η χειρ αυτου και ελαιου το ιν τω πεμματι

46:12 εαν δε ποιηση ο αφηγουμενος ομολογιαν ολοκαυτωμα σωτηριου τω κυριω και ανοιξει εαυτω την πυλην την βλεπουσαν κατ' ανατολας και ποιησει το ολοκαυτωμα αυτου και τα του σωτηριου αυτου ον τροπον ποιει εν τη ημερα των σαββατων και εξελευσεται και κλεισει τας θυρας μετα το εξελθειν αυτον

46:13 και αμνον ενιαυσιον αμωμον ποιησει εις ολοκαυτωμα καθ' ημεραν τω κυριω πρωι ποιησει αυτον

46:14 και μαναα ποιησει επ' αυτω το πρωι εκτον του μετρου και ελαιου το τριτον του ιν του αναμειξαι την σεμιδαλιν μαναα τω κυριω προσταγμα δια παντος

46:15 ποιησετε τον αμνον και το μαναα και το ελαιον ποιησετε το πρωι ολοκαυτωμα δια παντος

46:16 ταδε λεγει κυριος θεος εαν δω ο αφηγουμενος δομα ενι εκ των υιων αυτου εκ της κληρονομιας αυτου τουτο τοις υιοις αυτου εσται κατασχεσις εν κληρονομια

46:17 εαν δε δω δομα ενι των παιδων αυτου και εσται αυτω εως του ετους της αφεσεως και αποδωσει τω αφηγουμενω πλην της κληρονομιας των υιων αυτου αυτοις εσται

46:18 και ου μη λαβη ο αφηγουμενος εκ της κληρονομιας του λαου καταδυναστευσαι αυτους εκ της κατασχεσεως αυτου κατακληρονομησει τοις υιοις αυτου οπως μη διασκορπιζηται ο λαος μου εκαστος εκ της κατασχεσεως αυτου

46:19 και εισηγαγεν με εις την εισοδον της κατα νωτου της πυλης εις την εξεδραν των αγιων των ιερεων την βλεπουσαν προς βορραν και ιδου τοπος εκει κεχωρισμενος

46:20 και ειπεν προς με ουτος ο τοπος εστιν ου εψησουσιν εκει οι ιερεις τα υπερ αγνοιας και τα υπερ αμαρτιας και εκει πεψουσι το μαναα το παραπαν του μη εκφερειν εις την αυλην την εξωτεραν του αγιαζειν τον λαον

46:21 και εξηγαγεν με εις την αυλην την εξωτεραν και περιηγαγεν με επι τα τεσσαρα μερη της αυλης και ιδου αυλη κατα το κλιτος της αυλης αυλη κατα το κλιτος της αυλης

46:22 επι τα τεσσαρα κλιτη της αυλης αυλη μικρα μηκος πηχων τεσσαρακοντα και ευρος πηχων τριακοντα μετρον εν ταις τεσσαρσιν

46:23 και εξεδραι κυκλω εν αυταις κυκλω ταις τεσσαρσιν και μαγειρεια γεγονοτα υποκατω των εξεδρων κυκλω

46:24 και ειπεν προς με ουτοι οι οικοι των μαγειρειων ου εψησουσιν εκει οι λειτουργουντες τω οικω τα θυματα του λαου

 

Created with FREE HTMLCompiler by BibleDatabase