HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Daniel 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

7:1 ετους πρωτου βασιλευοντος βαλτασαρ χωρας βαβυλωνιας δανιηλ οραμα ειδε παρα κεφαλην επι της κοιτης αυτου τοτε δανιηλ το οραμα ο ειδεν εγραψεν εις κεφαλαια λογων

7:2 επι της κοιτης μου εθεωρουν καθ' υπνους νυκτος και ιδου τεσσαρες ανεμοι του ουρανου ενεπεσον εις την θαλασσαν την μεγαλην

7:3 και τεσσαρα θηρια ανεβαινον εκ της θαλασσης διαφεροντα εν παρα το εν

7:4 το πρωτον ωσει λεαινα εχουσα πτερα ωσει αετου εθεωρουν εως οτου ετιλη τα πτερα αυτης και ηρθη απο της γης και επι ποδων ανθρωπινων εσταθη και ανθρωπινη καρδια εδοθη αυτη

7:5 και ιδου μετ' αυτην αλλο θηριον ομοιωσιν εχον αρκου και επι του ενος πλευρου εσταθη και τρια πλευρα ην εν τω στοματι αυτης και ουτως ειπεν αναστα καταφαγε σαρκας πολλας

7:6 και μετα ταυτα εθεωρουν θηριον αλλο ωσει παρδαλιν και πτερα τεσσαρα επετεινον επανω αυτου και τεσσαρες κεφαλαι τω θηριω και γλωσσα εδοθη αυτω

7:7 μετα δε ταυτα εθεωρουν εν οραματι της νυκτος θηριον τεταρτον φοβερον και ο φοβος αυτου υπερφερων ισχυι εχον οδοντας σιδηρους μεγαλους εσθιον και κοπανιζον κυκλω τοις ποσι καταπατουν διαφορως χρωμενον παρα παντα τα προ αυτου θηρια ειχε δε κερατα δεκα

7:8 και βουλαι πολλαι εν τοις κερασιν αυτου και ιδου αλλο εν κερας ανεφυη ανα μεσον αυτων μικρον εν τοις κερασιν αυτου και τρια των κερατων των πρωτων εξηρανθησαν δι' αυτου και ιδου οφθαλμοι ωσπερ οφθαλμοι ανθρωπινοι εν τω κερατι τουτω και στομα λαλουν μεγαλα και εποιει πολεμον προς τους αγιους

7:9 εθεωρουν εως οτε θρονοι ετεθησαν και παλαιος ημερων εκαθητο εχων περιβολην ωσει χιονα και το τριχωμα της κεφαλης αυτου ωσει εριον λευκον καθαρον ο θρονος ωσει φλοξ πυρος

7:10 και εξεπορευετο κατα προσωπον αυτου ποταμος πυρος χιλιαι χιλιαδες εθεραπευον αυτον και μυριαι μυριαδες παρειστηκεισαν αυτω και κριτηριον εκαθισε και βιβλοι ηνεωχθησαν

7:11 εθεωρουν τοτε την φωνην των λογων των μεγαλων ων το κερας ελαλει και απετυμπανισθη το θηριον και απωλετο το σωμα αυτου και εδοθη εις καυσιν πυρος

7:12 και τους κυκλω αυτου απεστησε της εξουσιας αυτων και χρονος ζωης εδοθη αυτοις εως χρονου και καιρου

7:13 εθεωρουν εν οραματι της νυκτος και ιδου επι των νεφελων του ουρανου ως υιος ανθρωπου ηρχετο και ως παλαιος ημερων παρην και οι παρεστηκοτες παρησαν αυτω

7:14 και εδοθη αυτω εξουσια και παντα τα εθνη της γης κατα γενη και πασα δοξα αυτω λατρευουσα και η εξουσια αυτου εξουσια αιωνιος ητις ου μη αρθη και η βασιλεια αυτου ητις ου μη φθαρη

7:15 και ακηδιασας εγω δανιηλ εν τουτοις εν τω οραματι της νυκτος

7:16 προσηλθον προς ενα των εστωτων και την ακριβειαν εζητουν παρ' αυτου υπερ παντων τουτων αποκριθεις δε λεγει μοι και την κρισιν των λογων εδηλωσε μοι

7:17 ταυτα τα θηρια τα μεγαλα εισι τεσσαρες βασιλειαι αι απολουνται απο της γης

7:18 και παραληψονται την βασιλειαν αγιοι υψιστου και καθεξουσι την βασιλειαν εως του αιωνος και εως του αιωνος των αιωνων

7:19 τοτε ηθελον εξακριβασασθαι περι του θηριου του τεταρτου του διαφθειροντος παντα και υπερφοβου και ιδου οι οδοντες αυτου σιδηροι και οι ονυχες αυτου χαλκοι κατεσθιοντες παντας κυκλοθεν και καταπατουντες τοις ποσι

7:20 και περι των δεκα κερατων αυτου των επι της κεφαλης και του ενος του αλλου του προσφυεντος και εξεπεσαν δι' αυτου τρια και το κερας εκεινο ειχεν οφθαλμους και στομα λαλουν μεγαλα και η προσοψις αυτου υπερεφερε τα αλλα

7:21 και κατενοουν το κερας εκεινο πολεμον συνισταμενον προς τους αγιους και τροπουμενον αυτους

7:22 εως του ελθειν τον παλαιον ημερων και την κρισιν εδωκε τοις αγιοις του υψιστου και ο καιρος εδοθη και το βασιλειον κατεσχον οι αγιοι

7:23 και ερρεθη μοι περι του θηριου του τεταρτου οτι βασιλεια τεταρτη εσται επι της γης ητις διοισει παρα πασαν την γην και αναστατωσει αυτην και καταλεανει αυτην

7:24 και τα δεκα κερατα της βασιλειας δεκα βασιλεις στησονται και ο αλλος βασιλευς μετα τουτους στησεται και αυτος διοισει κακοις υπερ τους πρωτους και τρεις βασιλεις ταπεινωσει

7:25 και ρηματα εις τον υψιστον λαλησει και τους αγιους του υψιστου κατατριψει και προσδεξεται αλλοιωσαι καιρους και νομον και παραδοθησεται παντα εις τας χειρας αυτου εως καιρου και καιρων και εως ημισους καιρου

7:26 και η κρισις καθισεται και την εξουσιαν απολουσι και βουλευσονται μιαναι και απολεσαι εως τελους

7:27 και την βασιλειαν και την εξουσιαν και την μεγαλειοτητα αυτων και την αρχην πασων των υπο τον ουρανον βασιλειων εδωκε λαω αγιω υψιστου βασιλευσαι βασιλειαν αιωνιον και πασαι αι εξουσιαι αυτω υποταγησονται και πειθαρχησουσιν αυτω

7:28 εως καταστροφης του λογου εγω δανιηλ σφοδρα εκστασει περιειχομην και η εξις μου διηνεγκεν εμοι και το ρημα εν καρδια μου εστηριξα

 

Created with FREE HTMLCompiler by BibleDatabase