HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Daniel 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

9:1 ετους πρωτου επι δαρειου του ξερξου απο της γενεας της μηδικης οι εβασιλευσαν επι την βασιλειαν των χαλδαιων

9:2 τω πρωτω ετει της βασιλειας αυτου εγω δανιηλ διενοηθην εν ταις βιβλοις τον αριθμον των ετων οτε εγενετο προσταγμα τη γη επι ιερεμιαν τον προφητην εγειραι εις αναπληρωσιν ονειδισμου ιερουσαλημ εβδομηκοντα ετη

9:3 και εδωκα το προσωπον μου επι κυριον τον θεον ευρειν προσευχην και ελεος εν νηστειαις και σακκω και σποδω

9:4 και προσηυξαμην προς κυριον τον θεον και εξωμολογησαμην και ειπα ιδου κυριε συ ει ο θεος ο μεγας και ο ισχυρος και ο φοβερος τηρων την διαθηκην και το ελεος τοις αγαπωσι σε και τοις φυλασσουσι τα προσταγματα σου

9:5 ημαρτομεν ηδικησαμεν ησεβησαμεν και απεστημεν και παρεβημεν τας εντολας σου και τα κριματα σου

9:6 και ουκ ηκουσαμεν των παιδων σου των προφητων α ελαλησαν επι τω ονοματι σου επι τους βασιλεις ημων και δυναστας ημων και πατερας ημων και παντι εθνει επι της γης

9:7 σοι κυριε η δικαιοσυνη και ημιν η αισχυνη του προσωπου κατα την ημεραν ταυτην ανθρωποις ιουδα και καθημενοις εν ιερουσαλημ και παντι τω λαω ισραηλ τω εγγιστα και τω απωτερω εν πασαις ταις χωραις εις ας διεσκορπισας αυτους εκει εν τη πλημμελεια η επλημμελησαν εναντιον σου

9:8 δεσποτα ημιν η αισχυνη του προσωπου και τοις βασιλευσιν ημων και δυνασταις και τοις πατρασιν ημων οτι ημαρτομεν σοι

9:9 τω κυριω η δικαιοσυνη και το ελεος οτι απεστημεν απο σου

9:10 και ουκ ηκουσαμεν της φωνης κυριου του θεου ημων κατακολουθησαι τω νομω σου ω εδωκας ενωπιον μωση και ημων δια των παιδων σου των προφητων

9:11 και πας ισραηλ εγκατελιπε τον νομον σου και απεστησαν του μη ακουσαι της φωνης σου και επηλθεν εφ' ημας η καταρα και ο ορκος ο γεγραμμενος εν τω νομω μωση παιδος του θεου οτι ημαρτομεν αυτω

9:12 και εστησεν ημιν τα προσταγματα αυτου οσα ελαλησεν εφ' ημας και επι τους κριτας ημων οσα εκρινας ημιν επαγαγειν εφ' ημας κακα μεγαλα οια ουκ εγενηθη υπο τον ουρανον καθοτι εγενηθη εν ιερουσαλημ

9:13 κατα τα γεγραμμενα εν διαθηκη μωση παντα τα κακα επηλθεν ημιν και ουκ εξεζητησαμεν το προσωπον κυριου θεου ημων αποστηναι απο των αμαρτιων ημων και διανοηθηναι την δικαιοσυνην σου κυριε

9:14 και ηγρυπνησε κυριος ο θεος επι τα κακα και επηγαγεν εφ' ημας οτι δικαιος κυριος ο θεος ημων επι παντα οσα αν ποιηση και ουκ ηκουσαμεν της φωνης αυτου

9:15 και νυν δεσποτα κυριε ο θεος ημων ο εξαγαγων τον λαον σου εξ αιγυπτου τω βραχιονι σου τω υψηλω και εποιησας σεαυτω ονομα κατα την ημεραν ταυτην ημαρτομεν ηγνοηκαμεν

9:16 δεσποτα κατα την δικαιοσυνην σου αποστραφητω ο θυμος σου και η οργη σου απο της πολεως σου ιερουσαλημ ορους του αγιου σου οτι εν ταις αμαρτιαις ημων και εν ταις αγνοιαις των πατερων ημων ιερουσαλημ και ο δημος σου κυριε εις ονειδισμον εν πασι τοις περικυκλω ημων

9:17 και νυν επακουσον δεσποτα της προσευχης του παιδος σου και επι τας δεησεις μου και επιβλεψατω το προσωπον σου επι το ορος το αγιον σου το ερημον ενεκεν των δουλων σου δεσποτα

9:18 προσχες κυριε το ους σου και επακουσον μου ανοιξον τους οφθαλμους σου και ιδε την ερημωσιν ημων και της πολεως σου εφ' ης επεκληθη το ονομα σου επ' αυτης ου γαρ επι ταις δικαιοσυναις ημων ημεις δεομεθα εν ταις προσευχαις ημων ενωπιον σου αλλα δια το σον ελεος

9:19 κυριε συ ιλατευσον κυριε επακουσον και ποιησον και μη χρονισης ενεκα σεαυτου δεσποτα οτι το ονομα σου επεκληθη επι την πολιν σου σιων και επι τον λαον σου ισραηλ

9:20 και εως εγω ελαλουν προσευχομενος και εξομολογουμενος τας αμαρτιας μου και τας αμαρτιας του λαου μου ισραηλ και δεομενος εν ταις προσευχαις εναντιον κυριου θεου μου και υπερ του ορους του αγιου του θεου ημων

9:21 και ετι λαλουντος μου εν τη προσευχη μου και ιδου ο ανηρ ον ειδον εν τω υπνω μου την αρχην γαβριηλ ταχει φερομενος προσηγγισε μοι εν ωρα θυσιας εσπερινης

9:22 και προσηλθε και ελαλησε μετ' εμου και ειπεν δανιηλ αρτι εξηλθον υποδειξαι σοι διανοιαν

9:23 εν αρχη της δεησεως σου εξηλθε προσταγμα παρα κυριου και εγω ηλθον υποδειξαι σοι οτι ελεεινος ει και διανοηθητι το προσταγμα

9:24 εβδομηκοντα εβδομαδες εκριθησαν επι τον λαον σου και επι την πολιν σιων συντελεσθηναι την αμαρτιαν και τας αδικιας σπανισαι και απαλειψαι τας αδικιας και διανοηθηναι το οραμα και δοθηναι δικαιοσυνην αιωνιον και συντελεσθηναι το οραμα και ευφραναι αγιον αγιων

9:25 και γνωση και διανοηθηση και ευφρανθηση και ευρησεις προσταγματα αποκριθηναι και οικοδομησεις ιερουσαλημ πολιν κυριω

9:26 και μετα επτα και εβδομηκοντα και εξηκοντα δυο αποσταθησεται χρισμα και ουκ εσται και βασιλεια εθνων φθερει την πολιν και το αγιον μετα του χριστου και ηξει η συντελεια αυτου μετ' οργης και εως καιρου συντελειας απο πολεμου πολεμηθησεται

9:27 και δυναστευσει η διαθηκη εις πολλους και παλιν επιστρεψει και ανοικοδομηθησεται εις πλατος και μηκος και κατα συντελειαν καιρων και μετα επτα και εβδομηκοντα καιρους και εξηκοντα δυο ετη εως καιρου συντελειας πολεμου και αφαιρεθησεται η ερημωσις εν τω κατισχυσαι την διαθηκην επι πολλας εβδομαδας και εν τω τελει της εβδομαδος αρθησεται η θυσια και η σπονδη και επι το ιερον βδελυγμα των ερημωσεων εσται εως συντελειας και συντελεια δοθησεται επι την ερημωσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase