HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Daniel 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

10:1 εν τω ενιαυτω τω πρωτω κυρου του βασιλεως περσων προσταγμα εδειχθη τω δανιηλ ος επεκληθη το ονομα βαλτασαρ και αληθες το οραμα και το προσταγμα και το πληθος το ισχυρον διανοηθησεται το προσταγμα και διενοηθην αυτο εν οραματι

10:2 εν ταις ημεραις εκειναις εγω δανιηλ ημην πενθων τρεις εβδομαδας

10:3 αρτον επιθυμιων ουκ εφαγον και κρεας και οινος ουκ εισηλθεν εις το στομα μου ελαιον ουκ ηλειψαμην εως του συντελεσαι με τας τρεις εβδομαδας των ημερων

10:4 και εγενετο τη ημερα τη τεταρτη και εικαδι του μηνος του πρωτου και εγω ημην επι του χειλους του ποταμου του μεγαλου ος εστι τιγρης

10:5 και ηρα τους οφθαλμους μου και ειδον και ιδου ανθρωπος εις ενδεδυμενος βυσσινα και την οσφυν περιεζωσμενος βυσσινω και εκ μεσου αυτου φως

10:6 και το σωμα αυτου ωσει θαρσις και το προσωπον αυτου ωσει ορασις αστραπης και οι οφθαλμοι αυτου ωσει λαμπαδες πυρος και οι βραχιονες αυτου και οι ποδες ωσει χαλκος εξαστραπτων και φωνη λαλιας αυτου ωσει φωνη θορυβου

10:7 και ειδον εγω δανιηλ την ορασιν την μεγαλην ταυτην και οι ανθρωποι οι οντες μετ' εμου ουκ ειδοσαν την ορασιν ταυτην και φοβος ισχυρος επεπεσεν επ' αυτους και απεδρασαν εν σπουδη

10:8 και εγω κατελειφθην μονος και ειδον την ορασιν την μεγαλην ταυτην και ουκ εγκατελειφθη εν εμοι ισχυς και ιδου πνευμα επεστραφη επ' εμε εις φθοραν και ου κατισχυσα

10:9 και ουκ ηκουσα την φωνην λαλιας αυτου εγω ημην πεπτωκως επι προσωπον μου επι την γην

10:10 και ιδου χειρα προσηγαγε μοι και ηγειρε με επι των γονατων επι τα ιχνη των ποδων μου

10:11 και ειπεν μοι δανιηλ ανθρωπος ελεεινος ει διανοηθητι τοις προσταγμασιν οις εγω λαλω επι σε και στηθι επι του τοπου σου αρτι γαρ απεσταλην επι σε και εν τω λαλησαι αυτον μετ' εμου το προσταγμα τουτο εστην τρεμων

10:12 και ειπεν προς με μη φοβου δανιηλ οτι απο της ημερας της πρωτης ης εδωκας το προσωπον σου διανοηθηναι και ταπεινωθηναι εναντιον κυριου του θεου σου εισηκουσθη το ρημα σου και εγω εισηλθον εν τω ρηματι σου

10:13 και ο στρατηγος βασιλεως περσων ανθειστηκει εναντιον μου εικοσι και μιαν ημεραν και ιδου μιχαηλ εις των αρχοντων των πρωτων επηλθε βοηθησαι μοι και αυτον εκει κατελιπον μετα του στρατηγου του βασιλεως περσων

10:14 και ειπεν μοι ηλθον υποδειξαι σοι τι υπαντησεται τω λαω σου επ' εσχατου των ημερων ετι γαρ ορασις εις ημερας

10:15 και εν τω αυτον λαλησαι μετ' εμου τα προσταγματα ταυτα εδωκα το προσωπον μου επι την γην και εσιωπησα

10:16 και ιδου ως ομοιωσις χειρος ανθρωπου ηψατο μου των χειλεων και ηνοιξα το στομα μου και ελαλησα και ειπα τω εστηκοτι απεναντι μου κυριε και ως ορασις απεστραφη επι το πλευρον μου επ' εμε και ουκ ην εν εμοι ισχυς

10:17 και πως δυνησεται ο παις λαλησαι μετα του κυριου αυτου και εγω ησθενησα και ουκ εστιν εν εμοι ισχυς και πνευμα ου κατελειφθη εν εμοι

10:18 και προσεθηκε και ηψατο μου ως ορασις ανθρωπου και κατισχυσε με

10:19 και ειπε μοι ανθρωπος ελεεινος ει μη φοβου υγιαινε ανδριζου και ισχυε και εν τω λαλησαι αυτον μετ' εμου ισχυσα και ειπα λαλησατω ο κυριος μου οτι ενισχυσε με

10:20 και ειπεν προς με γινωσκεις τι ηλθον προς σε και νυν επιστρεψω διαμαχεσθαι μετα του στρατηγου βασιλεως των περσων και εγω εξεπορευομην και ιδου στρατηγος ελληνων εισεπορευετο

10:21 και μαλα υποδειξω σοι τα πρωτα εν απογραφη αληθειας και ουθεις ην ο βοηθων μετ' εμου υπερ τουτων αλλ' η μιχαηλ ο αγγελος

 

Created with FREE HTMLCompiler by BibleDatabase