HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Daniel 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12]

11:1 και εν τω ενιαυτω τω πρωτω κυρου του βασιλεως ειπεν μοι ενισχυσαι και ανδριζεσθαι

11:2 και νυν ηλθον την αληθειαν υποδειξαι σοι ιδου τρεις βασιλεις ανθεστηκασιν εν τη περσιδι και ο τεταρτος πλουτησει πλουτον μεγαν παρα παντας και εν τω κατισχυσαι αυτον εν τω πλουτω αυτου επαναστησεται παντι βασιλει ελληνων

11:3 και στησεται βασιλευς δυνατος και κυριευσει κυριειας πολλης και ποιησει καθως αν βουληται

11:4 και εν τω αναστηναι αυτον συντριβησεται η βασιλεια αυτου και μερισθησεται εις τους τεσσαρας ανεμους του ουρανου ου κατα την αλκην αυτου ουδε κατα την κυριειαν αυτου ην εδυναστευσε οτι αποσταθησεται η βασιλεια αυτου και ετερους διδαξει ταυτα

11:5 και ενισχυσει βασιλειαν αιγυπτου και εις εκ των δυναστων κατισχυσει αυτον και δυναστευσει δυναστεια μεγαλη η δυναστεια αυτου

11:6 και εις συντελειαν ενιαυτων αξει αυτους και εισελευσεται βασιλευς αιγυπτου εις την βασιλειαν την βορρα ποιησασθαι συνθηκας και ου μη κατισχυση οτι ο βραχιων αυτου ου στησει ισχυν και ο βραχιων αυτου ναρκησει και των συμπορευομενων μετ' αυτου και μενει εις ωρας

11:7 και αναστησεται φυτον εκ της ριζης αυτου καθ' εαυτον και ηξει επι την δυναμιν αυτου εν ισχυι αυτου βασιλευς βορρα και ποιησει ταραχην και κατισχυσει

11:8 και τους θεους αυτων καταστρεψει μετα των χωνευτων αυτων και τους οχλους αυτων μετα των σκευων των επιθυμηματων αυτων το αργυριον και το χρυσιον εν αιχμαλωσια αποισουσιν εις αιγυπτον και εσται ετος βασιλει βορρα

11:9 και εισελευσεται εις βασιλειαν αιγυπτου ημερας και επιστρεψει επι την γην αυτου

11:10 και ο υιος αυτου και ερεθισθησεται και συναξει συναγωγην οχλου πολλου και εισελευσεται κατ' αυτην κατασυρων παρελευσεται και επιστρεψει και παροξυνθησεται επι πολυ

11:11 και οργισθησεται βασιλευς αιγυπτου και πολεμησει μετα βασιλεως βορρα και παραδοθησεται η συναγωγη εις τας χειρας αυτου

11:12 και ληψεται την συναγωγην και υψωθησεται η καρδια αυτου και ταραξει πολλους και ου μη φοβηθη

11:13 και επιστρεψει βασιλευς βορρα και συναξει πολεως συναγωγην μειζονα παρα την πρωτην κατα συντελειαν καιρου ενιαυτου και εισελευσεται εις αυτην επ' αυτον εν οχλω πολλω και εν χρημασι πολλοις

11:14 και εν τοις καιροις εκεινοις διανοιαι αναστησονται επι τον βασιλεα αιγυπτου και ανοικοδομησει τα πεπτωκοτα του εθνους σου και αναστησεται εις το αναστησαι την προφητειαν και προσκοψουσι

11:15 και επελευσεται βασιλευς βορρα και επιστρεψει τα δορατα αυτου και ληψεται την πολιν την οχυραν και οι βραχιονες βασιλεως αιγυπτου στησονται μετα των δυναστων αυτου και ουκ εσται αυτω ισχυς εις το αντιστηναι αυτω

11:16 και ποιησει ο εισπορευομενος επ' αυτον κατα το θελημα αυτου και ουκ εσται ο ανθεστηκως εναντιον αυτου και στησεται εν τη χωρα και επιτελεσθησεται παντα εν ταις χερσιν αυτου

11:17 και δωσει το προσωπον αυτου επελθειν βια παν το εργον αυτου και συνθηκας μετ' αυτου ποιησεται και θυγατερα ανθρωπου δωσει αυτω εις το φθειραι αυτην και ου πεισεται και ουκ εσται

11:18 και δωσει το προσωπον αυτου επι την θαλασσαν και ληψεται πολλους και επιστρεψει οργην ονειδισμου αυτων εν ορκω κατα τον ονειδισμον αυτου

11:19 επιστρεψει το προσωπον αυτου εις το κατισχυσαι την χωραν αυτου και προσκοψει και πεσειται και ουχ ευρεθησεται

11:20 και αναστησεται εκ της ριζης αυτου φυτον βασιλειας εις αναστασιν ανηρ τυπτων δοξαν βασιλεως και εν ημεραις εσχαταις συντριβησεται και ουκ εν οργη ουδε εν πολεμω

11:21 και αναστησεται επι τον τοπον αυτου ευκαταφρονητος και ου δοθησεται επ' αυτον δοξα βασιλεως και ηξει εξαπινα κατισχυσει βασιλευς εν κληροδοσια αυτου

11:22 και τους βραχιονας τους συντριβεντας συντριψει απο προσωπου αυτου

11:23 και μετα της διαθηκης και δημου συνταγεντος μετ' αυτου ποιησει ψευδος και επι εθνος ισχυρον εν ολιγοστω εθνει

11:24 εξαπινα ερημωσει πολιν και ποιησει οσα ουκ εποιησαν οι πατερες αυτου ουδε οι πατερες των πατερων αυτου προνομην και σκυλα και χρηματα αυτοις δωσει και επι την πολιν την ισχυραν διανοηθησεται και οι λογισμοι αυτου εις ματην

11:25 και εγερθησεται η ισχυς αυτου και η καρδια αυτου επι τον βασιλεα αιγυπτου εν οχλω πολλω και ο βασιλευς αιγυπτου ερεθισθησεται εις πολεμον εν οχλω ισχυρω σφοδρα λιαν και ου στησεται οτι διανοηθησεται επ' αυτον διανοια

11:26 και καταναλωσουσιν αυτον μεριμναι αυτου και αποστρεψουσιν αυτον και παρελευσεται και κατασυριει και πεσουνται τραυματιαι πολλοι

11:27 και δυο βασιλεις μονοι δειπνησουσιν επι το αυτο και επι μιας τραπεζης φαγονται και ψευδολογησουσι και ουκ ευοδωθησονται ετι γαρ συντελεια εις καιρον

11:28 και επιστρεψει εις την χωραν αυτου εν χρημασι πολλοις και η καρδια αυτου επι την διαθηκην του αγιου ποιησει και επιστρεψει επι την χωραν αυτου

11:29 εις καιρον και εισελευσεται εις αιγυπτον και ουκ εσται ως η πρωτη και η εσχατη

11:30 και ηξουσι ρωμαιοι και εξωσουσιν αυτον και εμβριμησονται αυτω και επιστρεψει και οργισθησεται επι την διαθηκην του αγιου και ποιησει και επιστρεψει και διανοηθησεται επ' αυτους ανθ' ων εγκατελιπον την διαθηκην του αγιου

11:31 και βραχιονες παρ' αυτου στησονται και μιανουσι το αγιον του φοβου και αποστησουσι την θυσιαν και δωσουσι βδελυγμα ερημωσεως

11:32 και εν αμαρτιαις διαθηκης μιανουσιν εν σκληρω λαω και ο δημος ο γινωσκων ταυτα κατισχυσουσι και ποιησουσι

11:33 και εννοουμενοι του εθνους συνησουσιν εις πολλους και προσκοψουσι ρομφαια και παλαιωθησονται εν αυτη και εν αιχμαλωσια και εν προνομη ημερων κηλιδωθησονται

11:34 και οταν συντριβωνται συναξουσιν ισχυν βραχειαν και επισυναχθησονται επ' αυτους πολλοι επι πολεως και πολλοι ως εν κληροδοσια

11:35 και εκ των συνιεντων διανοηθησονται εις το καθαρισαι εαυτους και εις το εκλεγηναι και εις το καθαρισθηναι εως καιρου συντελειας ετι γαρ καιρος εις ωρας

11:36 και ποιησει κατα το θελημα αυτου ο βασιλευς και παροργισθησεται και υψωθησεται επι παντα θεον και επι τον θεον των θεων εξαλλα λαλησει και ευοδωθησεται εως αν συντελεσθη η οργη εις αυτον γαρ συντελεια γινεται

11:37 και επι τους θεους των πατερων αυτου ου μη προνοηθη και εν επιθυμια γυναικος ου μη προνοηθη οτι εν παντι υψωθησεται και υποταγησεται αυτω εθνη ισχυρα

11:38 επι τον τοπον αυτου κινησει και θεον ον ουκ εγνωσαν οι πατερες αυτου τιμησει εν χρυσιω και αργυριω και λιθω πολυτελει και εν επιθυμημασι

11:39 ποιησει πολεων και εις οχυρωμα ισχυρον ηξει μετα θεου αλλοτριου ου εαν επιγνω πληθυνει δοξαν και κατακυριευσει αυτου επι πολυ και χωραν απομεριει εις δωρεαν

11:40 και καθ' ωραν συντελειας συγκερατισθησεται αυτω ο βασιλευς αιγυπτου και εποργισθησεται αυτω βασιλευς βορρα εν αρμασι και εν ιπποις πολλοις και εν πλοιοις πολλοις και εισελευσεται εις χωραν αιγυπτου

11:41 και επελευσεται εις την χωραν μου

11:42 και εν χωρα αιγυπτου ουκ εσται εν αυτη διασωζομενος

11:43 και κρατησει του τοπου του χρυσιου και του τοπου του αργυριου και πασης της επιθυμιας αιγυπτου και λιβυες και αιθιοπες εσονται εν τω οχλω αυτου

11:44 και ακοη ταραξει αυτον απο ανατολων και βορρα και εξελευσεται εν θυμω ισχυρω και ρομφαια αφανισαι και αποκτειναι πολλους

11:45 και στησει αυτου την σκηνην τοτε ανα μεσον των θαλασσων και του ορους της θελησεως του αγιου και ηξει ωρα της συντελειας αυτου και ουκ εσται ο βοηθων αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase