HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

1:1 λογος κυριου ος εγενηθη προς ωσηε τον του βεηρι εν ημεραις οζιου και ιωαθαμ και αχαζ και εζεκιου βασιλεων ιουδα και εν ημεραις ιεροβοαμ υιου ιωας βασιλεως ισραηλ

1:2 αρχη λογου κυριου προς ωσηε και ειπεν κυριος προς ωσηε βαδιζε λαβε σεαυτω γυναικα πορνειας και τεκνα πορνειας διοτι εκπορνευουσα εκπορνευσει η γη απο οπισθεν του κυριου

1:3 και επορευθη και ελαβεν την γομερ θυγατερα δεβηλαιμ και συνελαβεν και ετεκεν αυτω υιον

1:4 και ειπεν κυριος προς αυτον καλεσον το ονομα αυτου ιεζραελ διοτι ετι μικρον και εκδικησω το αιμα του ιεζραελ επι τον οικον ιου και καταπαυσω βασιλειαν οικου ισραηλ

1:5 και εσται εν τη ημερα εκεινη συντριψω το τοξον του ισραηλ εν τη κοιλαδι του ιεζραελ

1:6 και συνελαβεν ετι και ετεκεν θυγατερα και ειπεν αυτω καλεσον το ονομα αυτης ουκ-ηλεημενη διοτι ου μη προσθησω ετι ελεησαι τον οικον του ισραηλ αλλ' η αντιτασσομενος αντιταξομαι αυτοις

1:7 τους δε υιους ιουδα ελεησω και σωσω αυτους εν κυριω θεω αυτων και ου σωσω αυτους εν τοξω ουδε εν ρομφαια ουδε εν πολεμω ουδε εν αρμασιν ουδε εν ιπποις ουδε εν ιππευσιν

1:8 και απεγαλακτισεν την ουκ-ηλεημενην και συνελαβεν ετι και ετεκεν υιον

1:9 και ειπεν καλεσον το ονομα αυτου ου-λαος-μου διοτι υμεις ου λαος μου και εγω ουκ ειμι υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase