HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

3:1 και ειπεν κυριος προς με ετι πορευθητι και αγαπησον γυναικα αγαπωσαν πονηρα και μοιχαλιν καθως αγαπα ο θεος τους υιους ισραηλ και αυτοι αποβλεπουσιν επι θεους αλλοτριους και φιλουσιν πεμματα μετα σταφιδων

3:2 και εμισθωσαμην εμαυτω πεντεκαιδεκα αργυριου και γομορ κριθων και νεβελ οινου

3:3 και ειπα προς αυτην ημερας πολλας καθηση επ' εμοι και ου μη πορνευσης ουδε μη γενη ανδρι ετερω και εγω επι σοι

3:4 διοτι ημερας πολλας καθησονται οι υιοι ισραηλ ουκ οντος βασιλεως ουδε οντος αρχοντος ουδε ουσης θυσιας ουδε οντος θυσιαστηριου ουδε ιερατειας ουδε δηλων

3:5 και μετα ταυτα επιστρεψουσιν οι υιοι ισραηλ και επιζητησουσιν κυριον τον θεον αυτων και δαυιδ τον βασιλεα αυτων και εκστησονται επι τω κυριω και επι τοις αγαθοις αυτου επ' εσχατων των ημερων

 

Created with FREE HTMLCompiler by BibleDatabase