HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

4:1 ακουσατε λογον κυριου υιοι ισραηλ διοτι κρισις τω κυριω προς τους κατοικουντας την γην διοτι ουκ εστιν αληθεια ουδε ελεος ουδε επιγνωσις θεου επι της γης

4:2 αρα και ψευδος και φονος και κλοπη και μοιχεια κεχυται επι της γης και αιματα εφ' αιμασιν μισγουσιν

4:3 δια τουτο πενθησει η γη και σμικρυνθησεται συν πασιν τοις κατοικουσιν αυτην συν τοις θηριοις του αγρου και συν τοις ερπετοις της γης και συν τοις πετεινοις του ουρανου και οι ιχθυες της θαλασσης εκλειψουσιν

4:4 οπως μηδεις μητε δικαζηται μητε ελεγχη μηδεις ο δε λαος μου ως αντιλεγομενος ιερευς

4:5 και ασθενησεις ημερας και ασθενησει και προφητης μετα σου νυκτι ωμοιωσα την μητερα σου

4:6 ωμοιωθη ο λαος μου ως ουκ εχων γνωσιν οτι συ επιγνωσιν απωσω καγω απωσομαι σε του μη ιερατευειν μοι και επελαθου νομον θεου σου καγω επιλησομαι τεκνων σου

4:7 κατα το πληθος αυτων ουτως ημαρτον μοι την δοξαν αυτων εις ατιμιαν θησομαι

4:8 αμαρτιας λαου μου φαγονται και εν ταις αδικιαις αυτων λημψονται τας ψυχας αυτων

4:9 και εσται καθως ο λαος ουτως και ο ιερευς και εκδικησω επ' αυτον τας οδους αυτου και τα διαβουλια αυτου ανταποδωσω αυτω

4:10 και φαγονται και ου μη εμπλησθωσιν επορνευσαν και ου μη κατευθυνωσιν διοτι τον κυριον εγκατελιπον του φυλαξαι

4:11 πορνειαν και οινον και μεθυσμα εδεξατο καρδια λαου μου

4:12 εν συμβολοις επηρωτων και εν ραβδοις αυτου απηγγελλον αυτω πνευματι πορνειας επλανηθησαν και εξεπορνευσαν απο του θεου αυτων

4:13 επι τας κορυφας των ορεων εθυσιαζον και επι τους βουνους εθυον υποκατω δρυος και λευκης και δενδρου συσκιαζοντος οτι καλον σκεπη δια τουτο εκπορνευσουσιν αι θυγατερες υμων και αι νυμφαι υμων μοιχευσουσιν

4:14 και ου μη επισκεψωμαι επι τας θυγατερας υμων οταν πορνευωσιν και επι τας νυμφας υμων οταν μοιχευωσιν διοτι και αυτοι μετα των πορνων συνεφυροντο και μετα των τετελεσμενων εθυον και ο λαος ο συνιων συνεπλεκετο μετα πορνης

4:15 συ δε ισραηλ μη αγνοει και ιουδα μη εισπορευεσθε εις γαλγαλα και μη αναβαινετε εις τον οικον ων και μη ομνυετε ζωντα κυριον

4:16 οτι ως δαμαλις παροιστρωσα παροιστρησεν ισραηλ νυν νεμησει αυτους κυριος ως αμνον εν ευρυχωρω

4:17 μετοχος ειδωλων εφραιμ εθηκεν εαυτω σκανδαλα

4:18 ηρετισεν χαναναιους πορνευοντες εξεπορνευσαν ηγαπησαν ατιμιαν εκ φρυαγματος αυτων

4:19 συστροφη πνευματος συ ει εν ταις πτερυξιν αυτης και καταισχυνθησονται εκ των θυσιαστηριων αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase