HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

6:1 πορευθωμεν και επιστρεψωμεν προς κυριον τον θεον ημων οτι αυτος ηρπακεν και ιασεται ημας παταξει και μοτωσει ημας

6:2 υγιασει ημας μετα δυο ημερας εν τη ημερα τη τριτη αναστησομεθα και ζησομεθα ενωπιον αυτου

6:3 και γνωσομεθα διωξομεν του γνωναι τον κυριον ως ορθρον ετοιμον ευρησομεν αυτον και ηξει ως υετος ημιν προιμος και οψιμος τη γη

6:4 τι σοι ποιησω εφραιμ τι σοι ποιησω ιουδα το δε ελεος υμων ως νεφελη πρωινη και ως δροσος ορθρινη πορευομενη

6:5 δια τουτο απεθερισα τους προφητας υμων απεκτεινα αυτους εν ρημασιν στοματος μου και το κριμα μου ως φως εξελευσεται

6:6 διοτι ελεος θελω και ου θυσιαν και επιγνωσιν θεου η ολοκαυτωματα

6:7 αυτοι δε εισιν ως ανθρωπος παραβαινων διαθηκην εκει κατεφρονησεν μου

6:8 γαλααδ πολις εργαζομενη ματαια ταρασσουσα υδωρ

6:9 και η ισχυς σου ανδρος πειρατου εκρυψαν ιερεις οδον κυριου εφονευσαν σικιμα οτι ανομιαν εποιησαν

6:10 εν τω οικω ισραηλ ειδον φρικωδη εκει πορνειαν του εφραιμ εμιανθη ισραηλ και ιουδα

6:11 αρχου τρυγαν σεαυτω εν τω επιστρεφειν με την αιχμαλωσιαν του λαου μου

 

Created with FREE HTMLCompiler by BibleDatabase