HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

7:1 εν τω ιασασθαι με τον ισραηλ και αποκαλυφθησεται η αδικια εφραιμ και η κακια σαμαρειας οτι ηργασαντο ψευδη και κλεπτης προς αυτον εισελευσεται εκδιδυσκων ληστης εν τη οδω αυτου

7:2 οπως συναδωσιν ως συναδοντες τη καρδια αυτων πασας τας κακιας αυτων εμνησθην νυν εκυκλωσεν αυτους τα διαβουλια αυτων απεναντι του προσωπου μου εγενοντο

7:3 εν ταις κακιαις αυτων ευφραναν βασιλεις και εν τοις ψευδεσιν αυτων αρχοντας

7:4 παντες μοιχευοντες ως κλιβανος καιομενος εις πεψιν κατακαυματος απο της φλογος απο φυρασεως στεατος εως του ζυμωθηναι αυτο

7:5 αι ημεραι των βασιλεων υμων ηρξαντο οι αρχοντες θυμουσθαι εξ οινου εξετεινεν την χειρα αυτου μετα λοιμων

7:6 διοτι ανεκαυθησαν ως κλιβανος αι καρδιαι αυτων εν τω καταρασσειν αυτους ολην την νυκτα υπνου εφραιμ ενεπλησθη πρωι εγενηθη ανεκαυθη ως πυρος φεγγος

7:7 παντες εθερμανθησαν ως κλιβανος και κατεφαγον τους κριτας αυτων παντες οι βασιλεις αυτων επεσαν ουκ ην ο επικαλουμενος εν αυτοις προς με

7:8 εφραιμ εν τοις λαοις αυτου συνανεμειγνυτο εφραιμ εγενετο εγκρυφιας ου μεταστρεφομενος

7:9 κατεφαγον αλλοτριοι την ισχυν αυτου αυτος δε ουκ επεγνω και πολιαι εξηνθησαν αυτω και αυτος ουκ εγνω

7:10 και ταπεινωθησεται η υβρις ισραηλ εις προσωπον αυτου και ουκ επεστρεψαν προς κυριον τον θεον αυτων και ουκ εξεζητησαν αυτον εν πασι τουτοις

7:11 και ην εφραιμ ως περιστερα ανους ουκ εχουσα καρδιαν αιγυπτον επεκαλειτο και εις ασσυριους επορευθησαν

7:12 καθως αν πορευωνται επιβαλω επ' αυτους το δικτυον μου καθως τα πετεινα του ουρανου καταξω αυτους παιδευσω αυτους εν τη ακοη της θλιψεως αυτων

7:13 ουαι αυτοις οτι απεπηδησαν απ' εμου δειλαιοι εισιν οτι ησεβησαν εις εμε εγω δε ελυτρωσαμην αυτους αυτοι δε κατελαλησαν κατ' εμου ψευδη

7:14 και ουκ εβοησαν προς με αι καρδιαι αυτων αλλ' η ωλολυζον εν ταις κοιταις αυτων επι σιτω και οινω κατετεμνοντο επαιδευθησαν εν εμοι

7:15 καγω κατισχυσα τους βραχιονας αυτων και εις εμε ελογισαντο πονηρα

7:16 απεστραφησαν εις ουθεν εγενοντο ως τοξον εντεταμενον πεσουνται εν ρομφαια οι αρχοντες αυτων δι' απαιδευσιαν γλωσσης αυτων ουτος ο φαυλισμος αυτων εν γη αιγυπτω

 

Created with FREE HTMLCompiler by BibleDatabase