HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

10:1 αμπελος ευκληματουσα ισραηλ ο καρπος αυτης ευθηνων κατα το πληθος των καρπων αυτου επληθυνεν τα θυσιαστηρια κατα τα αγαθα της γης αυτου ωκοδομησεν στηλας

10:2 εμερισαν καρδιας αυτων νυν αφανισθησονται αυτος κατασκαψει τα θυσιαστηρια αυτων ταλαιπωρησουσιν αι στηλαι αυτων

10:3 διοτι νυν ερουσιν ουκ εστιν βασιλευς ημιν οτι ουκ εφοβηθημεν τον κυριον ο δε βασιλευς τι ποιησει ημιν

10:4 λαλων ρηματα προφασεις ψευδεις διαθησεται διαθηκην ανατελει ως αγρωστις κριμα επι χερσον αγρου

10:5 τω μοσχω του οικου ων παροικησουσιν οι κατοικουντες σαμαρειαν οτι επενθησεν ο λαος αυτου επ' αυτον και καθως παρεπικραναν αυτον επιχαρουνται επι την δοξαν αυτου οτι μετωκισθη απ' αυτου

10:6 και αυτον εις ασσυριους δησαντες απηνεγκαν ξενια τω βασιλει ιαριμ εν δοματι εφραιμ δεξεται και αισχυνθησεται ισραηλ εν τη βουλη αυτου

10:7 απερριψεν σαμαρεια βασιλεα αυτης ως φρυγανον επι προσωπου υδατος

10:8 και εξαρθησονται βωμοι ων αμαρτηματα του ισραηλ ακανθαι και τριβολοι αναβησονται επι τα θυσιαστηρια αυτων και ερουσιν τοις ορεσιν καλυψατε ημας και τοις βουνοις πεσατε εφ' ημας

10:9 αφ' ου οι βουνοι ημαρτεν ισραηλ εκει εστησαν ου μη καταλαβη αυτους εν τω βουνω πολεμος επι τα τεκνα αδικιας

10:10 ηλθεν παιδευσαι αυτους και συναχθησονται επ' αυτους λαοι εν τω παιδευεσθαι αυτους εν ταις δυσιν αδικιαις αυτων

10:11 εφραιμ δαμαλις δεδιδαγμενη αγαπαν νεικος εγω δε επελευσομαι επι το καλλιστον του τραχηλου αυτης επιβιβω εφραιμ και παρασιωπησομαι ιουδαν ενισχυσει αυτω ιακωβ

10:12 σπειρατε εαυτοις εις δικαιοσυνην τρυγησατε εις καρπον ζωης φωτισατε εαυτοις φως γνωσεως εκζητησατε τον κυριον εως του ελθειν γενηματα δικαιοσυνης υμιν

10:13 ινα τι παρεσιωπησατε ασεβειαν και τας αδικιας αυτης ετρυγησατε εφαγετε καρπον ψευδη οτι ηλπισας εν τοις αρμασιν σου εν πληθει δυναμεως σου

10:14 και εξαναστησεται απωλεια εν τω λαω σου και παντα τα περιτετειχισμενα σου οιχησεται ως αρχων σαλαμαν εκ του οικου ιεροβααλ εν ημεραις πολεμου μητερα επι τεκνοις ηδαφισαν

10:15 ουτως ποιησω υμιν οικος του ισραηλ απο προσωπου κακιων υμων ορθρου απερριφησαν απερριφη βασιλευς ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase