HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

11:1 διοτι νηπιος ισραηλ και εγω ηγαπησα αυτον και εξ αιγυπτου μετεκαλεσα τα τεκνα αυτου

11:2 καθως μετεκαλεσα αυτους ουτως απωχοντο εκ προσωπου μου αυτοι τοις βααλιμ εθυον και τοις γλυπτοις εθυμιων

11:3 και εγω συνεποδισα τον εφραιμ ανελαβον αυτον επι τον βραχιονα μου και ουκ εγνωσαν οτι ιαμαι αυτους

11:4 εν διαφθορα ανθρωπων εξετεινα αυτους εν δεσμοις αγαπησεως μου και εσομαι αυτοις ως ραπιζων ανθρωπος επι τας σιαγονας αυτου και επιβλεψομαι προς αυτον δυνησομαι αυτω

11:5 κατωκησεν εφραιμ εν αιγυπτω και ασσουρ αυτος βασιλευς αυτου οτι ουκ ηθελησεν επιστρεψαι

11:6 και ησθενησεν ρομφαια εν ταις πολεσιν αυτου και κατεπαυσεν εν ταις χερσιν αυτου και φαγονται εκ των διαβουλιων αυτων

11:7 και ο λαος αυτου επικρεμαμενος εκ της κατοικιας αυτου και ο θεος επι τα τιμια αυτου θυμωθησεται και ου μη υψωση αυτον

11:8 τι σε διαθω εφραιμ υπερασπιω σου ισραηλ τι σε διαθω ως αδαμα θησομαι σε και ως σεβωιμ μετεστραφη η καρδια μου εν τω αυτω συνεταραχθη η μεταμελεια μου

11:9 ου μη ποιησω κατα την οργην του θυμου μου ου μη εγκαταλιπω του εξαλειφθηναι τον εφραιμ διοτι θεος εγω ειμι και ουκ ανθρωπος εν σοι αγιος και ουκ εισελευσομαι εις πολιν

11:10 οπισω κυριου πορευσομαι ως λεων ερευξεται οτι αυτος ωρυσεται και εκστησονται τεκνα υδατων

11:11 και εκστησονται ως ορνεον εξ αιγυπτου και ως περιστερα εκ γης ασσυριων και αποκαταστησω αυτους εις τους οικους αυτων λεγει κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase