HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

12:1 εκυκλωσεν με εν ψευδει εφραιμ και εν ασεβειαις οικος ισραηλ και ιουδα νυν εγνω αυτους ο θεος και λαος αγιος κεκλησεται θεου

12:2 ο δε εφραιμ πονηρον πνευμα εδιωξεν καυσωνα ολην την ημεραν κενα και ματαια επληθυνεν και διαθηκην μετα ασσυριων διεθετο και ελαιον εις αιγυπτον ενεπορευετο

12:3 και κρισις τω κυριω προς ιουδαν του εκδικησαι τον ιακωβ κατα τας οδους αυτου και κατα τα επιτηδευματα αυτου ανταποδωσει αυτω

12:4 εν τη κοιλια επτερνισεν τον αδελφον αυτου και εν κοποις αυτου ενισχυσεν προς θεον

12:5 και ενισχυσεν μετα αγγελου και ηδυνασθη εκλαυσαν και εδεηθησαν μου εν τω οικω ων ευροσαν με και εκει ελαληθη προς αυτον

12:6 ο δε κυριος ο θεος ο παντοκρατωρ εσται μνημοσυνον αυτου

12:7 και συ εν θεω σου επιστρεψεις ελεον και κριμα φυλασσου και εγγιζε προς τον θεον σου δια παντος

12:8 χανααν εν χειρι αυτου ζυγος αδικιας καταδυναστευειν ηγαπησε

12:9 και ειπεν εφραιμ πλην πεπλουτηκα ευρηκα αναψυχην εμαυτω παντες οι πονοι αυτου ουχ ευρεθησονται αυτω δι' αδικιας ας ημαρτεν

12:10 εγω δε κυριος ο θεος σου ανηγαγον σε εκ γης αιγυπτου ετι κατοικιω σε εν σκηναις καθως ημερα εορτης

12:11 και λαλησω προς προφητας και εγω ορασεις επληθυνα και εν χερσιν προφητων ωμοιωθην

12:12 ει μη γαλααδ εστιν αρα ψευδεις ησαν εν γαλγαλ αρχοντες θυσιαζοντες και τα θυσιαστηρια αυτων ως χελωναι επι χερσον αγρου

12:13 και ανεχωρησεν ιακωβ εις πεδιον συριας και εδουλευσεν ισραηλ εν γυναικι και εν γυναικι εφυλαξατο

12:14 και εν προφητη ανηγαγεν κυριος τον ισραηλ εξ αιγυπτου και εν προφητη διεφυλαχθη

12:15 εθυμωσεν εφραιμ και παρωργισεν και το αιμα αυτου επ' αυτον εκχυθησεται και τον ονειδισμον αυτου ανταποδωσει αυτω κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase