HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

13:1 κατα τον λογον εφραιμ δικαιωματα αυτος ελαβεν εν τω ισραηλ και εθετο αυτα τη βααλ και απεθανεν

13:2 και προσεθετο του αμαρτανειν ετι και εποιησαν εαυτοις χωνευμα εκ του αργυριου αυτων κατ' εικονα ειδωλων εργα τεκτονων συντετελεσμενα αυτοις αυτοι λεγουσιν θυσατε ανθρωπους μοσχοι γαρ εκλελοιπασιν

13:3 δια τουτο εσονται ως νεφελη πρωινη και ως δροσος ορθρινη πορευομενη ωσπερ χνους αποφυσωμενος αφ' αλωνος και ως ατμις απο ακριδων

13:4 εγω δε κυριος ο θεος σου στερεων ουρανον και κτιζων γην ου αι χειρες εκτισαν πασαν την στρατιαν του ουρανου και ου παρεδειξα σοι αυτα του πορευεσθαι οπισω αυτων και εγω ανηγαγον σε εκ γης αιγυπτου και θεον πλην εμου ου γνωση και σωζων ουκ εστιν παρεξ εμου

13:5 εγω εποιμαινον σε εν τη ερημω εν γη αοικητω

13:6 κατα τας νομας αυτων και ενεπλησθησαν εις πλησμονην και υψωθησαν αι καρδιαι αυτων ενεκα τουτου επελαθοντο μου

13:7 και εσομαι αυτοις ως πανθηρ και ως παρδαλις κατα την οδον ασσυριων

13:8 απαντησομαι αυτοις ως αρκος απορουμενη και διαρρηξω συγκλεισμον καρδιας αυτων και καταφαγονται αυτους εκει σκυμνοι δρυμου θηρια αγρου διασπασει αυτους

13:9 τη διαφθορα σου ισραηλ τις βοηθησει

13:10 που ο βασιλευς σου ουτος και διασωσατω σε εν πασαις ταις πολεσιν σου κρινατω σε ον ειπας δος μοι βασιλεα και αρχοντα

13:11 και εδωκα σοι βασιλεα εν οργη μου και εσχον εν τω θυμω μου

13:12 συστροφην αδικιας εφραιμ εγκεκρυμμενη η αμαρτια αυτου

13:13 ωδινες ως τικτουσης ηξουσιν αυτω ουτος ο υιος σου ου φρονιμος διοτι ου μη υποστη εν συντριβη τεκνων

13:14 εκ χειρος αδου ρυσομαι αυτους και εκ θανατου λυτρωσομαι αυτους που η δικη σου θανατε που το κεντρον σου αδη παρακλησις κεκρυπται απο οφθαλμων μου

13:15 διοτι ουτος ανα μεσον αδελφων διαστελει επαξει ανεμον καυσωνα κυριος εκ της ερημου επ' αυτον και αναξηρανει τας φλεβας αυτου εξερημωσει τας πηγας αυτου αυτος καταξηρανει την γην αυτου και παντα τα σκευη τα επιθυμητα αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase