HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Hosea 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

14:1 αφανισθησεται σαμαρεια οτι αντεστη προς τον θεον αυτης εν ρομφαια πεσουνται αυτοι και τα υποτιτθια αυτων εδαφισθησονται και αι εν γαστρι εχουσαι αυτων διαρραγησονται

14:2 επιστραφητι ισραηλ προς κυριον τον θεον σου διοτι ησθενησας εν ταις αδικιαις σου

14:3 λαβετε μεθ' εαυτων λογους και επιστραφητε προς κυριον τον θεον υμων ειπατε αυτω οπως μη λαβητε αδικιαν και λαβητε αγαθα και ανταποδωσομεν καρπον χειλεων ημων

14:4 ασσουρ ου μη σωση ημας εφ' ιππον ουκ αναβησομεθα ουκετι μη ειπωμεν θεοι ημων τοις εργοις των χειρων ημων ο εν σοι ελεησει ορφανον

14:5 ιασομαι τας κατοικιας αυτων αγαπησω αυτους ομολογως οτι απεστρεψεν η οργη μου απ' αυτων

14:6 εσομαι ως δροσος τω ισραηλ ανθησει ως κρινον και βαλει τας ριζας αυτου ως ο λιβανος

14:7 πορευσονται οι κλαδοι αυτου και εσται ως ελαια κατακαρπος και η οσφρασια αυτου ως λιβανου

14:8 επιστρεψουσιν και καθιουνται υπο την σκεπην αυτου ζησονται και μεθυσθησονται σιτω και εξανθησει ως αμπελος το μνημοσυνον αυτου ως οινος λιβανου

14:9 τω εφραιμ τι αυτω ετι και ειδωλοις εγω εταπεινωσα αυτον και εγω κατισχυσω αυτον εγω ως αρκευθος πυκαζουσα εξ εμου ο καρπος σου ευρηται

14:10 τις σοφος και συνησει ταυτα η συνετος και επιγνωσεται αυτα διοτι ευθειαι αι οδοι του κυριου και δικαιοι πορευσονται εν αυταις οι δε ασεβεις ασθενησουσιν εν αυταις .

 

Created with FREE HTMLCompiler by BibleDatabase