HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joel 1

[1] [2] [3] [4]

1:1 λογος κυριου ος εγενηθη προς ιωηλ τον του βαθουηλ

1:2 ακουσατε δη ταυτα οι πρεσβυτεροι και ενωτισασθε παντες οι κατοικουντες την γην ει γεγονεν τοιαυτα εν ταις ημεραις υμων η εν ταις ημεραις των πατερων υμων

1:3 υπερ αυτων τοις τεκνοις υμων διηγησασθε και τα τεκνα υμων τοις τεκνοις αυτων και τα τεκνα αυτων εις γενεαν ετεραν

1:4 τα καταλοιπα της καμπης κατεφαγεν η ακρις και τα καταλοιπα της ακριδος κατεφαγεν ο βρουχος και τα καταλοιπα του βρουχου κατεφαγεν η ερυσιβη

1:5 εκνηψατε οι μεθυοντες εξ οινου αυτων και κλαυσατε θρηνησατε παντες οι πινοντες οινον εις μεθην οτι εξηρται εκ στοματος υμων ευφροσυνη και χαρα

1:6 οτι εθνος ανεβη επι την γην μου ισχυρον και αναριθμητον οι οδοντες αυτου οδοντες λεοντος και αι μυλαι αυτου σκυμνου

1:7 εθετο την αμπελον μου εις αφανισμον και τας συκας μου εις συγκλασμον ερευνων εξηρευνησεν αυτην και ερριψεν ελευκανεν κληματα αυτης

1:8 θρηνησον προς με υπερ νυμφην περιεζωσμενην σακκον επι τον ανδρα αυτης τον παρθενικον

1:9 εξηρται θυσια και σπονδη εξ οικου κυριου πενθειτε οι ιερεις οι λειτουργουντες θυσιαστηριω

1:10 οτι τεταλαιπωρηκεν τα πεδια πενθειτω η γη οτι τεταλαιπωρηκεν σιτος εξηρανθη οινος ωλιγωθη ελαιον

1:11 εξηρανθησαν οι γεωργοι θρηνειτε κτηματα υπερ πυρου και κριθης οτι απολωλεν τρυγητος εξ αγρου

1:12 η αμπελος εξηρανθη και αι συκαι ωλιγωθησαν ροα και φοινιξ και μηλον και παντα τα ξυλα του αγρου εξηρανθησαν οτι ησχυναν χαραν οι υιοι των ανθρωπων

1:13 περιζωσασθε και κοπτεσθε οι ιερεις θρηνειτε οι λειτουργουντες θυσιαστηριω εισελθατε υπνωσατε εν σακκοις λειτουργουντες θεω οτι απεσχηκεν εξ οικου θεου υμων θυσια και σπονδη

1:14 αγιασατε νηστειαν κηρυξατε θεραπειαν συναγαγετε πρεσβυτερους παντας κατοικουντας γην εις οικον θεου υμων και κεκραξατε προς κυριον εκτενως

1:15 οιμμοι οιμμοι οιμμοι εις ημεραν οτι εγγυς ημερα κυριου και ως ταλαιπωρια εκ ταλαιπωριας ηξει

1:16 κατεναντι των οφθαλμων υμων βρωματα εξωλεθρευθη εξ οικου θεου υμων ευφροσυνη και χαρα

1:17 εσκιρτησαν δαμαλεις επι ταις φατναις αυτων ηφανισθησαν θησαυροι κατεσκαφησαν ληνοι οτι εξηρανθη σιτος

1:18 τι αποθησομεν εαυτοις εκλαυσαν βουκολια βοων οτι ουχ υπηρχεν νομη αυτοις και τα ποιμνια των προβατων ηφανισθησαν

1:19 προς σε κυριε βοησομαι οτι πυρ ανηλωσεν τα ωραια της ερημου και φλοξ ανηψεν παντα τα ξυλα του αγρου

1:20 και τα κτηνη του πεδιου ανεβλεψαν προς σε οτι εξηρανθησαν αφεσεις υδατων και πυρ κατεφαγεν τα ωραια της ερημου

 

Created with FREE HTMLCompiler by BibleDatabase