HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joel 2

[1] [2] [3] [4]

2:1 σαλπισατε σαλπιγγι εν σιων κηρυξατε εν ορει αγιω μου και συγχυθητωσαν παντες οι κατοικουντες την γην διοτι παρεστιν ημερα κυριου οτι εγγυς

2:2 ημερα σκοτους και γνοφου ημερα νεφελης και ομιχλης ως ορθρος χυθησεται επι τα ορη λαος πολυς και ισχυρος ομοιος αυτω ου γεγονεν απο του αιωνος και μετ' αυτον ου προστεθησεται εως ετων εις γενεας γενεων

2:3 τα εμπροσθεν αυτου πυρ αναλισκον και τα οπισω αυτου αναπτομενη φλοξ ως παραδεισος τρυφης η γη προ προσωπου αυτου και τα οπισθεν αυτου πεδιον αφανισμου και ανασωζομενος ουκ εσται αυτω

2:4 ως ορασις ιππων η οψις αυτων και ως ιππεις ουτως καταδιωξονται

2:5 ως φωνη αρματων επι τας κορυφας των ορεων εξαλουνται και ως φωνη φλογος πυρος κατεσθιουσης καλαμην και ως λαος πολυς και ισχυρος παρατασσομενος εις πολεμον

2:6 απο προσωπου αυτου συντριβησονται λαοι παν προσωπον ως προσκαυμα χυτρας

2:7 ως μαχηται δραμουνται και ως ανδρες πολεμισται αναβησονται επι τα τειχη και εκαστος εν τη οδω αυτου πορευσεται και ου μη εκκλινωσιν τας τριβους αυτων

2:8 και εκαστος απο του αδελφου αυτου ουκ αφεξεται καταβαρυνομενοι εν τοις οπλοις αυτων πορευσονται και εν τοις βελεσιν αυτων πεσουνται και ου μη συντελεσθωσιν

2:9 της πολεως επιλημψονται και επι των τειχεων δραμουνται και επι τας οικιας αναβησονται και δια θυριδων εισελευσονται ως κλεπται

2:10 προ προσωπου αυτων συγχυθησεται η γη και σεισθησεται ο ουρανος ο ηλιος και η σεληνη συσκοτασουσιν και τα αστρα δυσουσιν το φεγγος αυτων

2:11 και κυριος δωσει φωνην αυτου προ προσωπου δυναμεως αυτου οτι πολλη εστιν σφοδρα η παρεμβολη αυτου οτι ισχυρα εργα λογων αυτου διοτι μεγαλη η ημερα του κυριου μεγαλη και επιφανης σφοδρα και τις εσται ικανος αυτη

2:12 και νυν λεγει κυριος ο θεος υμων επιστραφητε προς με εξ ολης της καρδιας υμων και εν νηστεια και εν κλαυθμω και εν κοπετω

2:13 και διαρρηξατε τας καρδιας υμων και μη τα ιματια υμων και επιστραφητε προς κυριον τον θεον υμων οτι ελεημων και οικτιρμων εστιν μακροθυμος και πολυελεος και μετανοων επι ταις κακιαις

2:14 τις οιδεν ει επιστρεψει και μετανοησει και υπολειψεται οπισω αυτου ευλογιαν θυσιαν και σπονδην κυριω τω θεω ημων

2:15 σαλπισατε σαλπιγγι εν σιων αγιασατε νηστειαν κηρυξατε θεραπειαν

2:16 συναγαγετε λαον αγιασατε εκκλησιαν εκλεξασθε πρεσβυτερους συναγαγετε νηπια θηλαζοντα μαστους εξελθατω νυμφιος εκ του κοιτωνος αυτου και νυμφη εκ του παστου αυτης

2:17 ανα μεσον της κρηπιδος του θυσιαστηριου κλαυσονται οι ιερεις οι λειτουργουντες κυριω και ερουσιν φεισαι κυριε του λαου σου και μη δως την κληρονομιαν σου εις ονειδος του καταρξαι αυτων εθνη οπως μη ειπωσιν εν τοις εθνεσιν που εστιν ο θεος αυτων

2:18 και εζηλωσεν κυριος την γην αυτου και εφεισατο του λαου αυτου

2:19 και απεκριθη κυριος και ειπεν τω λαω αυτου ιδου εγω εξαποστελλω υμιν τον σιτον και τον οινον και το ελαιον και εμπλησθησεσθε αυτων και ου δωσω υμας ουκετι εις ονειδισμον εν τοις εθνεσι

2:20 και τον απο βορρα εκδιωξω αφ' υμων και εξωσω αυτον εις γην ανυδρον και αφανιω το προσωπον αυτου εις την θαλασσαν την πρωτην και τα οπισω αυτου εις την θαλασσαν την εσχατην και αναβησεται η σαπρια αυτου και αναβησεται ο βρομος αυτου οτι εμεγαλυνεν τα εργα αυτου

2:21 θαρσει γη χαιρε και ευφραινου οτι εμεγαλυνεν κυριος του ποιησαι

2:22 θαρσειτε κτηνη του πεδιου οτι βεβλαστηκεν πεδια της ερημου οτι ξυλον ηνεγκεν τον καρπον αυτου αμπελος και συκη εδωκαν την ισχυν αυτων

2:23 και τα τεκνα σιων χαιρετε και ευφραινεσθε επι τω κυριω θεω υμων διοτι εδωκεν υμιν τα βρωματα εις δικαιοσυνην και βρεξει υμιν υετον προιμον και οψιμον καθως εμπροσθεν

2:24 και πλησθησονται αι αλωνες σιτου και υπερεκχυθησονται αι ληνοι οινου και ελαιου

2:25 και ανταποδωσω υμιν αντι των ετων ων κατεφαγεν η ακρις και ο βρουχος και η ερυσιβη και η καμπη η δυναμις μου η μεγαλη ην εξαπεστειλα εις υμας

2:26 και φαγεσθε εσθιοντες και εμπλησθησεσθε και αινεσετε το ονομα κυριου του θεου υμων α εποιησεν μεθ' υμων εις θαυμασια και ου μη καταισχυνθη ο λαος μου εις τον αιωνα

2:27 και επιγνωσεσθε οτι εν μεσω του ισραηλ εγω ειμι και εγω κυριος ο θεος υμων και ουκ εστιν ετι πλην εμου και ου μη καταισχυνθωσιν ουκετι πας ο λαος μου εις τον αιωνα

 

Created with FREE HTMLCompiler by BibleDatabase