HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Amos 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

3:1 ακουσατε τον λογον τουτον ον ελαλησεν κυριος εφ' υμας οικος ισραηλ και κατα πασης φυλης ης ανηγαγον εκ γης αιγυπτου λεγων

3:2 πλην υμας εγνων εκ πασων φυλων της γης δια τουτο εκδικησω εφ' υμας πασας τας αμαρτιας υμων

3:3 ει πορευσονται δυο επι το αυτο καθολου εαν μη γνωρισωσιν εαυτους

3:4 ει ερευξεται λεων εκ του δρυμου αυτου θηραν ουκ εχων ει δωσει σκυμνος φωνην αυτου εκ της μανδρας αυτου καθολου εαν μη αρπαση τι

3:5 ει πεσειται ορνεον επι την γην ανευ ιξευτου ει σχασθησεται παγις επι της γης ανευ του συλλαβειν τι

3:6 ει φωνησει σαλπιγξ εν πολει και λαος ου πτοηθησεται ει εσται κακια εν πολει ην κυριος ουκ εποιησεν

3:7 διοτι ου μη ποιηση κυριος ο θεος πραγμα εαν μη αποκαλυψη παιδειαν αυτου προς τους δουλους αυτου τους προφητας

3:8 λεων ερευξεται και τις ου φοβηθησεται κυριος ο θεος ελαλησεν και τις ου προφητευσει

3:9 απαγγειλατε χωραις εν ασσυριοις και επι τας χωρας της αιγυπτου και ειπατε συναχθητε επι το ορος σαμαρειας και ιδετε θαυμαστα πολλα εν μεσω αυτης και την καταδυναστειαν την εν αυτη

3:10 και ουκ εγνω α εσται εναντιον αυτης λεγει κυριος οι θησαυριζοντες αδικιαν και ταλαιπωριαν εν ταις χωραις αυτων

3:11 δια τουτο ταδε λεγει κυριος ο θεος τυρος κυκλοθεν η γη σου ερημωθησεται και καταξει εκ σου ισχυν σου και διαρπαγησονται αι χωραι σου

3:12 ταδε λεγει κυριος ον τροπον οταν εκσπαση ο ποιμην εκ στοματος του λεοντος δυο σκελη η λοβον ωτιου ουτως εκσπασθησονται οι υιοι ισραηλ οι κατοικουντες εν σαμαρεια κατεναντι φυλης και εν δαμασκω ιερεις

3:13 ακουσατε και επιμαρτυρασθε τω οικω ιακωβ λεγει κυριος ο θεος ο παντοκρατωρ

3:14 διοτι εν τη ημερα οταν εκδικω ασεβειας του ισραηλ επ' αυτον και εκδικησω επι τα θυσιαστηρια βαιθηλ και κατασκαφησεται τα κερατα του θυσιαστηριου και πεσουνται επι την γην

3:15 συγχεω και παταξω τον οικον τον περιπτερον επι τον οικον τον θερινον και απολουνται οικοι ελεφαντινοι και προστεθησονται οικοι ετεροι πολλοι λεγει κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase