HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Amos 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9]

5:1 ακουσατε τον λογον κυριου τουτον ον εγω λαμβανω εφ' υμας θρηνον οικος ισραηλ

5:2 επεσεν ουκετι μη προσθη του αναστηναι παρθενος του ισραηλ εσφαλεν επι της γης αυτης ουκ εστιν ο αναστησων αυτην

5:3 διοτι ταδε λεγει κυριος κυριος η πολις εξ ης εξεπορευοντο χιλιοι υπολειφθησονται εκατον και εξ ης εξεπορευοντο εκατον υπολειφθησονται δεκα τω οικω ισραηλ

5:4 διοτι ταδε λεγει κυριος προς τον οικον ισραηλ εκζητησατε με και ζησεσθε

5:5 και μη εκζητειτε βαιθηλ και εις γαλγαλα μη εισπορευεσθε και επι το φρεαρ του ορκου μη διαβαινετε οτι γαλγαλα αιχμαλωτευομενη αιχμαλωτευθησεται και βαιθηλ εσται ως ουχ υπαρχουσα

5:6 εκζητησατε τον κυριον και ζησατε οπως μη αναλαμψη ως πυρ ο οικος ιωσηφ και καταφαγεται αυτον και ουκ εσται ο σβεσων τω οικω ισραηλ

5:7 κυριος ο ποιων εις υψος κριμα και δικαιοσυνην εις γην εθηκεν

5:8 ποιων παντα και μετασκευαζων και εκτρεπων εις το πρωι σκιαν θανατου και ημεραν εις νυκτα συσκοταζων ο προσκαλουμενος το υδωρ της θαλασσης και εκχεων αυτο επι προσωπου της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

5:9 ο διαιρων συντριμμον επ' ισχυν και ταλαιπωριαν επι οχυρωμα επαγων

5:10 εμισησαν εν πυλαις ελεγχοντα και λογον οσιον εβδελυξαντο

5:11 δια τουτο ανθ' ων κατεκονδυλιζετε πτωχους και δωρα εκλεκτα εδεξασθε παρ' αυτων οικους ξυστους ωκοδομησατε και ου μη κατοικησητε εν αυτοις αμπελωνας επιθυμητους εφυτευσατε και ου μη πιητε τον οινον εξ αυτων

5:12 οτι εγνων πολλας ασεβειας υμων και ισχυραι αι αμαρτιαι υμων καταπατουντες δικαιον λαμβανοντες αλλαγματα και πενητας εν πυλαις εκκλινοντες

5:13 δια τουτο ο συνιων εν τω καιρω εκεινω σιωπησεται οτι καιρος πονηρος εστιν

5:14 εκζητησατε το καλον και μη το πονηρον οπως ζησητε και εσται ουτως μεθ' υμων κυριος ο θεος ο παντοκρατωρ ον τροπον ειπατε

5:15 μεμισηκαμεν τα πονηρα και ηγαπηκαμεν τα καλα και αποκαταστησατε εν πυλαις κριμα οπως ελεηση κυριος ο θεος ο παντοκρατωρ τους περιλοιπους του ιωσηφ

5:16 δια τουτο ταδε λεγει κυριος ο θεος ο παντοκρατωρ εν πασαις πλατειαις κοπετος και εν πασαις οδοις ρηθησεται ουαι ουαι κληθησεται γεωργος εις πενθος και κοπετον και εις ειδοτας θρηνον

5:17 και εν πασαις οδοις κοπετος διοτι διελευσομαι δια μεσου σου ειπεν κυριος

5:18 ουαι οι επιθυμουντες την ημεραν κυριου ινα τι αυτη υμιν η ημερα του κυριου και αυτη εστιν σκοτος και ου φως

5:19 ον τροπον οταν φυγη ανθρωπος εκ προσωπου του λεοντος και εμπεση αυτω η αρκος και εισπηδηση εις τον οικον αυτου και απερεισηται τας χειρας αυτου επι τον τοιχον και δακη αυτον ο οφις

5:20 ουχι σκοτος η ημερα του κυριου και ου φως και γνοφος ουκ εχων φεγγος αυτη

5:21 μεμισηκα απωσμαι εορτας υμων και ου μη οσφρανθω εν ταις πανηγυρεσιν υμων

5:22 διοτι και εαν ενεγκητε μοι ολοκαυτωματα και θυσιας υμων ου προσδεξομαι αυτα και σωτηριου επιφανειας υμων ουκ επιβλεψομαι

5:23 μεταστησον απ' εμου ηχον ωδων σου και ψαλμον οργανων σου ουκ ακουσομαι

5:24 και κυλισθησεται ως υδωρ κριμα και δικαιοσυνη ως χειμαρρους αβατος

5:25 μη σφαγια και θυσιας προσηνεγκατε μοι εν τη ερημω τεσσαρακοντα ετη οικος ισραηλ

5:26 και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου υμων ραιφαν τους τυπους αυτων ους εποιησατε εαυτοις

5:27 και μετοικιω υμας επεκεινα δαμασκου λεγει κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase