HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Obadiah 1

[1]

1:1 ορασις αβδιου ταδε λεγει κυριος ο θεος τη ιδουμαια ακοην ηκουσα παρα κυριου και περιοχην εις τα εθνη εξαπεστειλεν αναστητε και εξαναστωμεν επ' αυτην εις πολεμον

1:2 ιδου ολιγοστον δεδωκα σε εν τοις εθνεσιν ητιμωμενος συ ει σφοδρα

1:3 υπερηφανια της καρδιας σου επηρεν σε κατασκηνουντα εν ταις οπαις των πετρων υψων κατοικιαν αυτου λεγων εν καρδια αυτου τις με καταξει επι την γην

1:4 εαν μετεωρισθης ως αετος και εαν ανα μεσον των αστρων θης νοσσιαν σου εκειθεν καταξω σε λεγει κυριος

1:5 ει κλεπται εισηλθον προς σε η λησται νυκτος που αν απερριφης ουκ αν εκλεψαν τα ικανα εαυτοις και ει τρυγηται εισηλθον προς σε ουκ αν υπελιποντο επιφυλλιδα

1:6 πως εξηρευνηθη ησαυ και κατελημφθη αυτου τα κεκρυμμενα

1:7 εως των οριων σου εξαπεστειλαν σε παντες οι ανδρες της διαθηκης σου αντεστησαν σοι ηδυνασθησαν προς σε ανδρες ειρηνικοι σου εθηκαν ενεδρα υποκατω σου ουκ εστιν συνεσις αυτοις

1:8 εν εκεινη τη ημερα λεγει κυριος απολω σοφους εκ της ιδουμαιας και συνεσιν εξ ορους ησαυ

1:9 και πτοηθησονται οι μαχηται σου οι εκ θαιμαν οπως εξαρθη ανθρωπος εξ ορους ησαυ

1:10 δια την σφαγην και την ασεβειαν την εις τον αδελφον σου ιακωβ και καλυψει σε αισχυνη και εξαρθηση εις τον αιωνα

1:11 αφ' ης ημερας αντεστης εξ εναντιας εν ημερα αιχμαλωτευοντων αλλογενων δυναμιν αυτου και αλλοτριοι εισηλθον εις πυλας αυτου και επι ιερουσαλημ εβαλον κληρους και συ ης ως εις εξ αυτων

1:12 και μη επιδης ημεραν αδελφου σου εν ημερα αλλοτριων και μη επιχαρης επι τους υιους ιουδα εν ημερα απωλειας αυτων και μη μεγαλορρημονησης εν ημερα θλιψεως

1:13 μηδε εισελθης εις πυλας λαων εν ημερα πονων αυτων μηδε επιδης και συ την συναγωγην αυτων εν ημερα ολεθρου αυτων μηδε συνεπιθη επι την δυναμιν αυτων εν ημερα απωλειας αυτων

1:14 μηδε επιστης επι τας διεκβολας αυτων του εξολεθρευσαι τους ανασωζομενους αυτων μηδε συγκλεισης τους φευγοντας εξ αυτων εν ημερα θλιψεως

1:15 διοτι εγγυς ημερα κυριου επι παντα τα εθνη ον τροπον εποιησας ουτως εσται σοι το ανταποδομα σου ανταποδοθησεται εις κεφαλην σου

1:16 διοτι ον τροπον επιες επι το ορος το αγιον μου πιονται παντα τα εθνη οινον πιονται και καταβησονται και εσονται καθως ουχ υπαρχοντες

1:17 εν δε τω ορει σιων εσται η σωτηρια και εσται αγιον και κατακληρονομησουσιν ο οικος ιακωβ τους κατακληρονομησαντας αυτους

1:18 και εσται ο οικος ιακωβ πυρ ο δε οικος ιωσηφ φλοξ ο δε οικος ησαυ εις καλαμην και εκκαυθησονται εις αυτους και καταφαγονται αυτους και ουκ εσται πυροφορος εν τω οικω ησαυ διοτι κυριος ελαλησεν

1:19 και κατακληρονομησουσιν οι εν ναγεβ το ορος το ησαυ και οι εν τη σεφηλα τους αλλοφυλους και κατακληρονομησουσιν το ορος εφραιμ και το πεδιον σαμαρειας και βενιαμιν και την γαλααδιτιν

1:20 και της μετοικεσιας η αρχη αυτη τοις υιοις ισραηλ γη των χαναναιων εως σαρεπτων και η μετοικεσια ιερουσαλημ εως εφραθα και κληρονομησουσιν τας πολεις του ναγεβ

1:21 και αναβησονται ανδρες σεσωσμενοι εξ ορους σιων του εκδικησαι το ορος ησαυ και εσται τω κυριω η βασιλεια .

 

Created with FREE HTMLCompiler by BibleDatabase