HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jonah 1

[1] [2] [3] [4]

1:1 και εγενετο λογος κυριου προς ιωναν τον του αμαθι λεγων

1:2 αναστηθι και πορευθητι εις νινευη την πολιν την μεγαλην και κηρυξον εν αυτη οτι ανεβη η κραυγη της κακιας αυτης προς με

1:3 και ανεστη ιωνας του φυγειν εις θαρσις εκ προσωπου κυριου και κατεβη εις ιοππην και ευρεν πλοιον βαδιζον εις θαρσις και εδωκεν το ναυλον αυτου και ενεβη εις αυτο του πλευσαι μετ' αυτων εις θαρσις εκ προσωπου κυριου

1:4 και κυριος εξηγειρεν πνευμα εις την θαλασσαν και εγενετο κλυδων μεγας εν τη θαλασση και το πλοιον εκινδυνευεν συντριβηναι

1:5 και εφοβηθησαν οι ναυτικοι και ανεβοων εκαστος προς τον θεον αυτων και εκβολην εποιησαντο των σκευων των εν τω πλοιω εις την θαλασσαν του κουφισθηναι απ' αυτων ιωνας δε κατεβη εις την κοιλην του πλοιου και εκαθευδεν και ερρεγχεν

1:6 και προσηλθεν προς αυτον ο πρωρευς και ειπεν αυτω τι συ ρεγχεις αναστα και επικαλου τον θεον σου οπως διασωση ο θεος ημας και μη απολωμεθα

1:7 και ειπεν εκαστος προς τον πλησιον αυτου δευτε βαλωμεν κληρους και επιγνωμεν τινος ενεκεν η κακια αυτη εστιν εν ημιν και εβαλον κληρους και επεσεν ο κληρος επι ιωναν

1:8 και ειπον προς αυτον απαγγειλον ημιν τινος ενεκεν η κακια αυτη εστιν εν ημιν τις σου η εργασια εστιν και ποθεν ερχη και εκ ποιας χωρας και εκ ποιου λαου ει συ

1:9 και ειπεν προς αυτους δουλος κυριου εγω ειμι και τον κυριον θεον του ουρανου εγω σεβομαι ος εποιησεν την θαλασσαν και την ξηραν

1:10 και εφοβηθησαν οι ανδρες φοβον μεγαν και ειπαν προς αυτον τι τουτο εποιησας διοτι εγνωσαν οι ανδρες οτι εκ προσωπου κυριου ην φευγων οτι απηγγειλεν αυτοις

1:11 και ειπαν προς αυτον τι σοι ποιησωμεν και κοπασει η θαλασσα αφ' ημων οτι η θαλασσα επορευετο και εξηγειρεν μαλλον κλυδωνα

1:12 και ειπεν ιωνας προς αυτους αρατε με και εμβαλετε με εις την θαλασσαν και κοπασει η θαλασσα αφ' υμων διοτι εγνωκα εγω οτι δι' εμε ο κλυδων ο μεγας ουτος εφ' υμας εστιν

1:13 και παρεβιαζοντο οι ανδρες του επιστρεψαι προς την γην και ουκ ηδυναντο οτι η θαλασσα επορευετο και εξηγειρετο μαλλον επ' αυτους

1:14 και ανεβοησαν προς κυριον και ειπαν μηδαμως κυριε μη απολωμεθα ενεκεν της ψυχης του ανθρωπου τουτου και μη δως εφ' ημας αιμα δικαιον οτι συ κυριε ον τροπον εβουλου πεποιηκας

1:15 και ελαβον τον ιωναν και εξεβαλον αυτον εις την θαλασσαν και εστη η θαλασσα εκ του σαλου αυτης

1:16 και εφοβηθησαν οι ανδρες φοβω μεγαλω τον κυριον και εθυσαν θυσιαν τω κυριω και ευξαντο ευχας

 

Created with FREE HTMLCompiler by BibleDatabase