HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jonah 2

[1] [2] [3] [4]

2:1 και προσεταξεν κυριος κητει μεγαλω καταπιειν τον ιωναν και ην ιωνας εν τη κοιλια του κητους τρεις ημερας και τρεις νυκτας

2:2 και προσηυξατο ιωνας προς κυριον τον θεον αυτου εκ της κοιλιας του κητους

2:3 και ειπεν εβοησα εν θλιψει μου προς κυριον τον θεον μου και εισηκουσεν μου εκ κοιλιας αδου κραυγης μου ηκουσας φωνης μου

2:4 απερριψας με εις βαθη καρδιας θαλασσης και ποταμοι με εκυκλωσαν παντες οι μετεωρισμοι σου και τα κυματα σου επ' εμε διηλθον

2:5 και εγω ειπα απωσμαι εξ οφθαλμων σου αρα προσθησω του επιβλεψαι προς τον ναον τον αγιον σου

2:6 περιεχυθη υδωρ μοι εως ψυχης αβυσσος εκυκλωσεν με εσχατη εδυ η κεφαλη μου εις σχισμας ορεων

2:7 κατεβην εις γην ης οι μοχλοι αυτης κατοχοι αιωνιοι και αναβητω φθορα ζωης μου κυριε ο θεος μου

2:8 εν τω εκλειπειν απ' εμου την ψυχην μου του κυριου εμνησθην και ελθοι προς σε η προσευχη μου εις ναον αγιον σου

2:9 φυλασσομενοι ματαια και ψευδη ελεος αυτων εγκατελιπον

2:10 εγω δε μετα φωνης αινεσεως και εξομολογησεως θυσω σοι οσα ηυξαμην αποδωσω σοι σωτηριου τω κυριω

2:11 και προσεταγη τω κητει και εξεβαλεν τον ιωναν επι την ξηραν

 

Created with FREE HTMLCompiler by BibleDatabase