HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Micah 1

[1] [2] [3] [4] [5] [6] [7]

1:1 και εγενετο λογος κυριου προς μιχαιαν τον του μωρασθι εν ημεραις ιωαθαμ και αχαζ και εζεκιου βασιλεων ιουδα υπερ ων ειδεν περι σαμαρειας και περι ιερουσαλημ

1:2 ακουσατε λαοι λογους και προσεχετω η γη και παντες οι εν αυτη και εσται κυριος εν υμιν εις μαρτυριον κυριος εξ οικου αγιου αυτου

1:3 διοτι ιδου κυριος εκπορευεται εκ του τοπου αυτου και καταβησεται και επιβησεται επι τα υψη της γης

1:4 και σαλευθησεται τα ορη υποκατωθεν αυτου και αι κοιλαδες τακησονται ως κηρος απο προσωπου πυρος και ως υδωρ καταφερομενον εν καταβασει

1:5 δια ασεβειαν ιακωβ παντα ταυτα και δια αμαρτιαν οικου ισραηλ τις η ασεβεια του ιακωβ ου σαμαρεια και τις η αμαρτια οικου ιουδα ουχι ιερουσαλημ

1:6 και θησομαι σαμαρειαν εις οπωροφυλακιον αγρου και εις φυτειαν αμπελωνος και κατασπασω εις χαος τους λιθους αυτης και τα θεμελια αυτης αποκαλυψω

1:7 και παντα τα γλυπτα αυτης κατακοψουσιν και παντα τα μισθωματα αυτης εμπρησουσιν εν πυρι και παντα τα ειδωλα αυτης θησομαι εις αφανισμον διοτι εκ μισθωματων πορνειας συνηγαγεν και εκ μισθωματων πορνειας συνεστρεψεν

1:8 ενεκεν τουτου κοψεται και θρηνησει πορευσεται ανυποδετος και γυμνη ποιησεται κοπετον ως δρακοντων και πενθος ως θυγατερων σειρηνων

1:9 οτι κατεκρατησεν η πληγη αυτης διοτι ηλθεν εως ιουδα και ηψατο εως πυλης λαου μου εως ιερουσαλημ

1:10 οι εν γεθ μη μεγαλυνεσθε οι εν ακιμ μη ανοικοδομειτε εξ οικου κατα γελωτα γην καταπασασθε κατα γελωτα υμων

1:11 κατοικουσα καλως τας πολεις αυτης ουκ εξηλθεν κατοικουσα σεννααν κοψασθαι οικον εχομενον αυτης λημψεται εξ υμων πληγην οδυνης

1:12 τις ηρξατο εις αγαθα κατοικουση οδυνας οτι κατεβη κακα παρα κυριου επι πυλας ιερουσαλημ

1:13 ψοφος αρματων και ιππευοντων κατοικουσα λαχις αρχηγος αμαρτιας αυτη εστιν τη θυγατρι σιων οτι εν σοι ευρεθησαν ασεβειαι του ισραηλ

1:14 δια τουτο δωσεις εξαποστελλομενους εως κληρονομιας γεθ οικους ματαιους εις κενα εγενετο τοις βασιλευσιν του ισραηλ

1:15 εως τους κληρονομους αγαγω σοι κατοικουσα λαχις κληρονομια εως οδολλαμ ηξει η δοξα της θυγατρος ισραηλ

1:16 ξυρησαι και κειραι επι τα τεκνα τα τρυφερα σου εμπλατυνον την χηρειαν σου ως αετος οτι ηχμαλωτευθησαν απο σου

 

Created with FREE HTMLCompiler by BibleDatabase