HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Micah 3

[1] [2] [3] [4] [5] [6] [7]

3:1 και ερει ακουσατε δη ταυτα αι αρχαι οικου ιακωβ και οι καταλοιποι οικου ισραηλ ουχ υμιν εστιν του γνωναι το κριμα

3:2 οι μισουντες τα καλα και ζητουντες τα πονηρα αρπαζοντες τα δερματα αυτων απ' αυτων και τας σαρκας αυτων απο των οστεων αυτων

3:3 ον τροπον κατεφαγον τας σαρκας του λαου μου και τα δερματα αυτων απο των οστεων αυτων εξεδειραν και τα οστεα αυτων συνεθλασαν και εμελισαν ως σαρκας εις λεβητα και ως κρεα εις χυτραν

3:4 ουτως κεκραξονται προς κυριον και ουκ εισακουσεται αυτων και αποστρεψει το προσωπον αυτου απ' αυτων εν τω καιρω εκεινω ανθ' ων επονηρευσαντο εν τοις επιτηδευμασιν αυτων επ' αυτους

3:5 ταδε λεγει κυριος επι τους προφητας τους πλανωντας τον λαον μου τους δακνοντας εν τοις οδουσιν αυτων και κηρυσσοντας επ' αυτον ειρηνην και ουκ εδοθη εις το στομα αυτων ηγειραν επ' αυτον πολεμον

3:6 δια τουτο νυξ υμιν εσται εξ ορασεως και σκοτια υμιν εσται εκ μαντειας και δυσεται ο ηλιος επι τους προφητας και συσκοτασει επ' αυτους η ημερα

3:7 και καταισχυνθησονται οι ορωντες τα ενυπνια και καταγελασθησονται οι μαντεις και καταλαλησουσιν κατ' αυτων παντες αυτοι διοτι ουκ εσται ο εισακουων αυτων

3:8 εαν μη εγω εμπλησω ισχυν εν πνευματι κυριου και κριματος και δυναστειας του απαγγειλαι τω ιακωβ ασεβειας αυτου και τω ισραηλ αμαρτιας αυτου

3:9 ακουσατε δη ταυτα οι ηγουμενοι οικου ιακωβ και οι καταλοιποι οικου ισραηλ οι βδελυσσομενοι κριμα και παντα τα ορθα διαστρεφοντες

3:10 οι οικοδομουντες σιων εν αιμασιν και ιερουσαλημ εν αδικιαις

3:11 οι ηγουμενοι αυτης μετα δωρων εκρινον και οι ιερεις αυτης μετα μισθου απεκρινοντο και οι προφηται αυτης μετα αργυριου εμαντευοντο και επι τον κυριον επανεπαυοντο λεγοντες ουχι κυριος εν ημιν εστιν ου μη επελθη εφ' ημας κακα

3:12 δια τουτο δι' υμας σιων ως αγρος αροτριαθησεται και ιερουσαλημ ως οπωροφυλακιον εσται και το ορος του οικου ως αλσος δρυμου

 

Created with FREE HTMLCompiler by BibleDatabase