HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Micah 6

[1] [2] [3] [4] [5] [6] [7]

6:1 ακουσατε δη λογον κυριου κυριος ειπεν αναστηθι κριθητι προς τα ορη και ακουσατωσαν οι βουνοι φωνην σου

6:2 ακουσατε βουνοι την κρισιν του κυριου και αι φαραγγες θεμελια της γης οτι κρισις τω κυριω προς τον λαον αυτου και μετα του ισραηλ διελεγχθησεται

6:3 λαος μου τι εποιησα σοι η τι ελυπησα σε η τι παρηνωχλησα σοι αποκριθητι μοι

6:4 διοτι ανηγαγον σε εκ γης αιγυπτου και εξ οικου δουλειας ελυτρωσαμην σε και εξαπεστειλα προ προσωπου σου τον μωυσην και ααρων και μαριαμ

6:5 λαος μου μνησθητι δη τι εβουλευσατο κατα σου βαλακ βασιλευς μωαβ και τι απεκριθη αυτω βαλααμ υιος του βεωρ απο των σχοινων εως του γαλγαλ οπως γνωσθη η δικαιοσυνη του κυριου

6:6 εν τινι καταλαβω τον κυριον αντιλημψομαι θεου μου υψιστου ει καταλημψομαι αυτον εν ολοκαυτωμασιν εν μοσχοις ενιαυσιοις

6:7 ει προσδεξεται κυριος εν χιλιασιν κριων η εν μυριασιν χειμαρρων πιονων ει δω πρωτοτοκα μου ασεβειας καρπον κοιλιας μου υπερ αμαρτιας ψυχης μου

6:8 ει ανηγγελη σοι ανθρωπε τι καλον η τι κυριος εκζητει παρα σου αλλ' η του ποιειν κριμα και αγαπαν ελεον και ετοιμον ειναι του πορευεσθαι μετα κυριου θεου σου

6:9 φωνη κυριου τη πολει επικληθησεται και σωσει φοβουμενους το ονομα αυτου ακουε φυλη και τις κοσμησει πολιν

6:10 μη πυρ και οικος ανομου θησαυριζων θησαυρους ανομους και μετα υβρεως αδικια

6:11 ει δικαιωθησεται εν ζυγω ανομος και εν μαρσιππω σταθμια δολου

6:12 εξ ων τον πλουτον αυτων ασεβειας επλησαν και οι κατοικουντες αυτην ελαλουν ψευδη και η γλωσσα αυτων υψωθη εν τω στοματι αυτων

6:13 και εγω αρξομαι του παταξαι σε αφανιω σε επι ταις αμαρτιαις σου

6:14 συ φαγεσαι και ου μη εμπλησθης και σκοτασει εν σοι και εκνευσει και ου μη διασωθης και οσοι εαν διασωθωσιν εις ρομφαιαν παραδοθησονται

6:15 συ σπερεις και ου μη αμησης συ πιεσεις ελαιαν και ου μη αλειψη ελαιον και οινον και ου μη πιητε και αφανισθησεται νομιμα λαου μου

6:16 και εφυλαξας τα δικαιωματα ζαμβρι και παντα τα εργα οικου αχααβ και επορευθητε εν ταις βουλαις αυτων οπως παραδω σε εις αφανισμον και τους κατοικουντας αυτην εις συρισμον και ονειδη λαων λημψεσθε

 

Created with FREE HTMLCompiler by BibleDatabase