HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nahum 1

[1] [2] [3]

1:1 λημμα νινευη βιβλιον ορασεως ναουμ του ελκεσαιου

1:2 θεος ζηλωτης και εκδικων κυριος εκδικων κυριος μετα θυμου εκδικων κυριος τους υπεναντιους αυτου και εξαιρων αυτος τους εχθρους αυτου

1:3 κυριος μακροθυμος και μεγαλη η ισχυς αυτου και αθωων ουκ αθωωσει κυριος εν συντελεια και εν συσσεισμω η οδος αυτου και νεφελαι κονιορτος ποδων αυτου

1:4 απειλων θαλασση και ξηραινων αυτην και παντας τους ποταμους εξερημων ωλιγωθη η βασανιτις και ο καρμηλος και τα εξανθουντα του λιβανου εξελιπεν

1:5 τα ορη εσεισθησαν απ' αυτου και οι βουνοι εσαλευθησαν και ανεσταλη η γη απο προσωπου αυτου η συμπασα και παντες οι κατοικουντες εν αυτη

1:6 απο προσωπου οργης αυτου τις υποστησεται και τις αντιστησεται εν οργη θυμου αυτου ο θυμος αυτου τηκει αρχας και αι πετραι διεθρυβησαν απ' αυτου

1:7 χρηστος κυριος τοις υπομενουσιν αυτον εν ημερα θλιψεως και γινωσκων τους ευλαβουμενους αυτον

1:8 και εν κατακλυσμω πορειας συντελειαν ποιησεται τους επεγειρομενους και τους εχθρους αυτου διωξεται σκοτος

1:9 τι λογιζεσθε επι τον κυριον συντελειαν αυτος ποιησεται ουκ εκδικησει δις επι το αυτο εν θλιψει

1:10 οτι εως θεμελιου αυτων χερσωθησεται και ως σμιλαξ περιπλεκομενη βρωθησεται και ως καλαμη ξηρασιας μεστη

1:11 εκ σου εξελευσεται λογισμος κατα του κυριου πονηρα λογιζομενος εναντια

1:12 ταδε λεγει κυριος καταρχων υδατων πολλων και ουτως διασταλησονται και η ακοη σου ουκ ενακουσθησεται ετι

1:13 και νυν συντριψω την ραβδον αυτου απο σου και τους δεσμους σου διαρρηξω

1:14 και εντελειται υπερ σου κυριος ου σπαρησεται εκ του ονοματος σου ετι εξ οικου θεου σου εξολεθρευσω τα γλυπτα και χωνευτα θησομαι ταφην σου οτι ταχεις

 

Created with FREE HTMLCompiler by BibleDatabase