HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Nahum 2

[1] [2] [3]

2:1 ιδου επι τα ορη οι ποδες ευαγγελιζομενου και απαγγελλοντος ειρηνην εορταζε ιουδα τας εορτας σου αποδος τας ευχας σου διοτι ου μη προσθησωσιν ετι του διελθειν δια σου εις παλαιωσιν συντετελεσται εξηρται

2:2 ανεβη εμφυσων εις προσωπον σου εξαιρουμενος εκ θλιψεως σκοπευσον οδον κρατησον οσφυος ανδρισαι τη ισχυι σφοδρα

2:3 διοτι απεστρεψεν κυριος την υβριν ιακωβ καθως υβριν του ισραηλ διοτι εκτινασσοντες εξετιναξαν αυτους και τα κληματα αυτων διεφθειραν

2:4 οπλα δυναστειας αυτων εξ ανθρωπων ανδρας δυνατους εμπαιζοντας εν πυρι αι ηνιαι των αρματων αυτων εν ημερα ετοιμασιας αυτου και οι ιππεις θορυβηθησονται

2:5 εν ταις οδοις και συγχυθησονται τα αρματα και συμπλακησονται εν ταις πλατειαις η ορασις αυτων ως λαμπαδες πυρος και ως αστραπαι διατρεχουσαι

2:6 και μνησθησονται οι μεγιστανες αυτων και φευξονται ημερας και ασθενησουσιν εν τη πορεια αυτων και σπευσουσιν επι τα τειχη και ετοιμασουσιν τας προφυλακας αυτων

2:7 πυλαι των ποταμων διηνοιχθησαν και τα βασιλεια διεπεσεν

2:8 και η υποστασις απεκαλυφθη και αυτη ανεβαινεν και αι δουλαι αυτης ηγοντο καθως περιστεραι φθεγγομεναι εν καρδιαις αυτων

2:9 και νινευη ως κολυμβηθρα υδατος τα υδατα αυτης και αυτοι φευγοντες ουκ εστησαν και ουκ ην ο επιβλεπων

2:10 διηρπαζον το αργυριον διηρπαζον το χρυσιον και ουκ ην περας του κοσμου αυτης βεβαρυνται υπερ παντα τα σκευη τα επιθυμητα αυτης

2:11 εκτιναγμος και ανατιναγμος και εκβρασμος και καρδιας θραυσμος και υπολυσις γονατων και ωδινες επι πασαν οσφυν και το προσωπον παντων ως προσκαυμα χυτρας

2:12 που εστιν το κατοικητηριον των λεοντων και η νομη η ουσα τοις σκυμνοις ου επορευθη λεων του εισελθειν εκει σκυμνος λεοντος και ουκ ην ο εκφοβων

2:13 λεων ηρπασεν τα ικανα τοις σκυμνοις αυτου και απεπνιξεν τοις λεουσιν αυτου και επλησεν θηρας νοσσιαν αυτου και το κατοικητηριον αυτου αρπαγης

2:14 ιδου εγω επι σε λεγει κυριος παντοκρατωρ και εκκαυσω εν καπνω πληθος σου και τους λεοντας σου καταφαγεται ρομφαια και εξολεθρευσω εκ της γης την θηραν σου και ου μη ακουσθη ουκετι τα εργα σου

 

Created with FREE HTMLCompiler by BibleDatabase