HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Habakkuk 1

[1] [2] [3]

1:1 το λημμα ο ειδεν αμβακουμ ο προφητης

1:2 εως τινος κυριε κεκραξομαι και ου μη εισακουσης βοησομαι προς σε αδικουμενος και ου σωσεις

1:3 ινα τι μοι εδειξας κοπους και πονους επιβλεπειν ταλαιπωριαν και ασεβειαν εξ εναντιας μου γεγονεν κρισις και ο κριτης λαμβανει

1:4 δια τουτο διεσκεδασται νομος και ου διεξαγεται εις τελος κριμα οτι ο ασεβης καταδυναστευει τον δικαιον ενεκεν τουτου εξελευσεται το κριμα διεστραμμενον

1:5 ιδετε οι καταφρονηται και επιβλεψατε και θαυμασατε θαυμασια και αφανισθητε διοτι εργον εγω εργαζομαι εν ταις ημεραις υμων ο ου μη πιστευσητε εαν τις εκδιηγηται

1:6 διοτι ιδου εγω εξεγειρω εφ' υμας τους χαλδαιους τους μαχητας το εθνος το πικρον και το ταχινον το πορευομενον επι τα πλατη της γης του κατακληρονομησαι σκηνωματα ουκ αυτου

1:7 φοβερος και επιφανης εστιν εξ αυτου το κριμα αυτου εσται και το λημμα αυτου εξ αυτου εξελευσεται

1:8 και εξαλουνται υπερ παρδαλεις οι ιπποι αυτου και οξυτεροι υπερ τους λυκους της αραβιας και εξιππασονται οι ιππεις αυτου και ορμησουσιν μακροθεν και πετασθησονται ως αετος προθυμος εις το φαγειν

1:9 συντελεια εις ασεβεις ηξει ανθεστηκοτας προσωποις αυτων εξ εναντιας και συναξει ως αμμον αιχμαλωσιαν

1:10 και αυτος εν βασιλευσιν εντρυφησει και τυραννοι παιγνια αυτου και αυτος εις παν οχυρωμα εμπαιξεται και βαλει χωμα και κρατησει αυτου

1:11 τοτε μεταβαλει το πνευμα και διελευσεται και εξιλασεται αυτη η ισχυς τω θεω μου

1:12 ουχι συ απ' αρχης κυριε ο θεος ο αγιος μου και ου μη αποθανωμεν κυριε εις κριμα τεταχας αυτον και επλασεν με του ελεγχειν παιδειαν αυτου

1:13 καθαρος οφθαλμος του μη οραν πονηρα και επιβλεπειν επι πονους ου δυνηση ινα τι επιβλεπεις επι καταφρονουντας παρασιωπηση εν τω καταπινειν ασεβη τον δικαιον

1:14 και ποιησεις τους ανθρωπους ως τους ιχθυας της θαλασσης και ως τα ερπετα τα ουκ εχοντα ηγουμενον

1:15 συντελειαν εν αγκιστρω ανεσπασεν και ειλκυσεν αυτον εν αμφιβληστρω και συνηγαγεν αυτον εν ταις σαγηναις αυτου ενεκεν τουτου ευφρανθησεται και χαρησεται η καρδια αυτου

1:16 ενεκεν τουτου θυσει τη σαγηνη αυτου και θυμιασει τω αμφιβληστρω αυτου οτι εν αυτοις ελιπανεν μεριδα αυτου και τα βρωματα αυτου εκλεκτα

1:17 δια τουτο αμφιβαλει το αμφιβληστρον αυτου και δια παντος αποκτεννειν εθνη ου φεισεται

 

Created with FREE HTMLCompiler by BibleDatabase