HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Habakkuk 2

[1] [2] [3]

2:1 επι της φυλακης μου στησομαι και επιβησομαι επι πετραν και αποσκοπευσω του ιδειν τι λαλησει εν εμοι και τι αποκριθω επι τον ελεγχον μου

2:2 και απεκριθη προς με κυριος και ειπεν γραψον ορασιν και σαφως επι πυξιον οπως διωκη ο αναγινωσκων αυτα

2:3 διοτι ετι ορασις εις καιρον και ανατελει εις περας και ουκ εις κενον εαν υστερηση υπομεινον αυτον οτι ερχομενος ηξει και ου μη χρονιση

2:4 εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω ο δε δικαιος εκ πιστεως μου ζησεται

2:5 ο δε κατοινωμενος και καταφρονητης ανηρ αλαζων ουδεν μη περανη ος επλατυνεν καθως ο αδης την ψυχην αυτου και ουτος ως θανατος ουκ εμπιπλαμενος και επισυναξει επ' αυτον παντα τα εθνη και εισδεξεται προς αυτον παντας τους λαους

2:6 ουχι ταυτα παντα παραβολην κατ' αυτου λημψονται και προβλημα εις διηγησιν αυτου και ερουσιν ουαι ο πληθυνων εαυτω τα ουκ οντα αυτου εως τινος και βαρυνων τον κλοιον αυτου στιβαρως

2:7 οτι εξαιφνης αναστησονται δακνοντες αυτον και εκνηψουσιν οι επιβουλοι σου και εση εις διαρπαγην αυτοις

2:8 διοτι συ εσκυλευσας εθνη πολλα σκυλευσουσιν σε παντες οι υπολελειμμενοι λαοι δι' αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην

2:9 ω ο πλεονεκτων πλεονεξιαν κακην τω οικω αυτου του ταξαι εις υψος νοσσιαν αυτου του εκσπασθηναι εκ χειρος κακων

2:10 εβουλευσω αισχυνην τω οικω σου συνεπερανας λαους πολλους και εξημαρτεν η ψυχη σου

2:11 διοτι λιθος εκ τοιχου βοησεται και κανθαρος εκ ξυλου φθεγξεται αυτα

2:12 ουαι ο οικοδομων πολιν εν αιμασιν και ετοιμαζων πολιν εν αδικιαις

2:13 ου ταυτα εστιν παρα κυριου παντοκρατορος και εξελιπον λαοι ικανοι εν πυρι και εθνη πολλα ωλιγοψυχησαν

2:14 οτι πλησθησεται η γη του γνωναι την δοξαν κυριου ως υδωρ κατακαλυψει αυτους

2:15 ω ο ποτιζων τον πλησιον αυτου ανατροπη θολερα και μεθυσκων οπως επιβλεπη επι τα σπηλαια αυτων

2:16 πλησμονην ατιμιας εκ δοξης πιε και συ και διασαλευθητι και σεισθητι εκυκλωσεν επι σε ποτηριον δεξιας κυριου και συνηχθη ατιμια επι την δοξαν σου

2:17 διοτι ασεβεια του λιβανου καλυψει σε και ταλαιπωρια θηριων πτοησει σε δια αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην

2:18 τι ωφελει γλυπτον οτι εγλυψαν αυτο επλασαν αυτο χωνευμα φαντασιαν ψευδη οτι πεποιθεν ο πλασας επι το πλασμα αυτου του ποιησαι ειδωλα κωφα

2:19 ουαι ο λεγων τω ξυλω εκνηψον εξεγερθητι και τω λιθω υψωθητι και αυτο εστιν φαντασια τουτο δε εστιν ελασμα χρυσιου και αργυριου και παν πνευμα ουκ εστιν εν αυτω

2:20 ο δε κυριος εν ναω αγιω αυτου ευλαβεισθω απο προσωπου αυτου πασα η γη

 

Created with FREE HTMLCompiler by BibleDatabase