HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

1:1 εν τω ογδοω μηνι ετους δευτερου επι δαρειου εγενετο λογος κυριου προς ζαχαριαν τον του βαραχιου υιον αδδω τον προφητην λεγων

1:2 ωργισθη κυριος επι τους πατερας υμων οργην μεγαλην

1:3 και ερεις προς αυτους ταδε λεγει κυριος παντοκρατωρ επιστρεψατε προς με και επιστραφησομαι προς υμας λεγει κυριος

1:4 και μη γινεσθε καθως οι πατερες υμων οις ενεκαλεσαν αυτοις οι προφηται οι εμπροσθεν λεγοντες ταδε λεγει κυριος παντοκρατωρ αποστρεψατε απο των οδων υμων των πονηρων και απο των επιτηδευματων υμων των πονηρων και ου προσεσχον του εισακουσαι μου λεγει κυριος

1:5 οι πατερες υμων που εισιν και οι προφηται μη τον αιωνα ζησονται

1:6 πλην τους λογους μου και τα νομιμα μου δεχεσθε οσα εγω εντελλομαι εν πνευματι μου τοις δουλοις μου τοις προφηταις οι κατελαβοσαν τους πατερας υμων και απεκριθησαν και ειπαν καθως παρατετακται κυριος παντοκρατωρ του ποιησαι κατα τας οδους υμων και κατα τα επιτηδευματα υμων ουτως εποιησεν υμιν

1:7 τη τετραδι και εικαδι τω ενδεκατω μηνι ουτος εστιν ο μην σαβατ εν τω δευτερω ετει επι δαρειου εγενετο λογος κυριου προς ζαχαριαν τον του βαραχιου υιον αδδω τον προφητην λεγων

1:8 εωρακα την νυκτα και ιδου ανηρ επιβεβηκως επι ιππον πυρρον και ουτος ειστηκει ανα μεσον των δυο ορεων των κατασκιων και οπισω αυτου ιπποι πυρροι και ψαροι και ποικιλοι και λευκοι

1:9 και ειπα τι ουτοι κυριε και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι εγω δειξω σοι τι εστιν ταυτα

1:10 και απεκριθη ο ανηρ ο εφεστηκως ανα μεσον των ορεων και ειπεν προς με ουτοι εισιν ους εξαπεσταλκεν κυριος του περιοδευσαι την γην

1:11 και απεκριθησαν τω αγγελω κυριου τω εφεστωτι ανα μεσον των ορεων και ειπον περιωδευκαμεν πασαν την γην και ιδου πασα η γη κατοικειται και ησυχαζει

1:12 και απεκριθη ο αγγελος κυριου και ειπεν κυριε παντοκρατωρ εως τινος ου μη ελεησης την ιερουσαλημ και τας πολεις ιουδα ας υπερειδες τουτο εβδομηκοστον ετος

1:13 και απεκριθη κυριος παντοκρατωρ τω αγγελω τω λαλουντι εν εμοι ρηματα καλα και λογους παρακλητικους

1:14 και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι ανακραγε λεγων ταδε λεγει κυριος παντοκρατωρ εζηλωκα την ιερουσαλημ και την σιων ζηλον μεγαν

1:15 και οργην μεγαλην εγω οργιζομαι επι τα εθνη τα συνεπιτιθεμενα ανθ' ων εγω μεν ωργισθην ολιγα αυτοι δε συνεπεθεντο εις κακα

1:16 δια τουτο ταδε λεγει κυριος επιστρεψω επι ιερουσαλημ εν οικτιρμω και ο οικος μου ανοικοδομηθησεται εν αυτη λεγει κυριος παντοκρατωρ και μετρον εκταθησεται επι ιερουσαλημ ετι

1:17 και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι ανακραγε λεγων ταδε λεγει κυριος παντοκρατωρ ετι διαχυθησονται πολεις εν αγαθοις και ελεησει κυριος ετι την σιων και αιρετιει ετι την ιερουσαλημ

 

Created with FREE HTMLCompiler by BibleDatabase