HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

5:1 και επεστρεψα και ηρα τους οφθαλμους μου και ειδον και ιδου δρεπανον πετομενον

5:2 και ειπεν προς με τι συ βλεπεις και ειπα εγω ορω δρεπανον πετομενον μηκος πηχεων εικοσι και πλατος πηχεων δεκα

5:3 και ειπεν προς με αυτη η αρα η εκπορευομενη επι προσωπον πασης της γης διοτι πας ο κλεπτης εκ τουτου εως θανατου εκδικηθησεται και πας ο επιορκος εκ τουτου εως θανατου εκδικηθησεται

5:4 και εξοισω αυτο λεγει κυριος παντοκρατωρ και εισελευσεται εις τον οικον του κλεπτου και εις τον οικον του ομνυοντος τω ονοματι μου επι ψευδει και καταλυσει εν μεσω του οικου αυτου και συντελεσει αυτον και τα ξυλα αυτου και τους λιθους αυτου

5:5 και εξηλθεν ο αγγελος ο λαλων εν εμοι και ειπεν προς με αναβλεψον τοις οφθαλμοις σου και ιδε τι το εκπορευομενον τουτο

5:6 και ειπα τι εστιν και ειπεν τουτο το μετρον το εκπορευομενον και ειπεν αυτη η αδικια αυτων εν παση τη γη

5:7 και ιδου ταλαντον μολιβου εξαιρομενον και ιδου μια γυνη εκαθητο εν μεσω του μετρου

5:8 και ειπεν αυτη εστιν η ανομια και ερριψεν αυτην εν μεσω του μετρου και ερριψεν τον λιθον του μολιβου εις το στομα αυτης

5:9 και ηρα τους οφθαλμους μου και ειδον και ιδου δυο γυναικες εκπορευομεναι και πνευμα εν ταις πτερυξιν αυτων και αυται ειχον πτερυγας ως πτερυγας εποπος και ανελαβον το μετρον ανα μεσον της γης και ανα μεσον του ουρανου

5:10 και ειπα προς τον αγγελον τον λαλουντα εν εμοι που αυται αποφερουσιν το μετρον

5:11 και ειπεν προς με οικοδομησαι αυτω οικιαν εν γη βαβυλωνος και ετοιμασαι και θησουσιν αυτο εκει επι την ετοιμασιαν αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase