HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

8:1 και εγενετο λογος κυριου παντοκρατορος λεγων

8:2 ταδε λεγει κυριος παντοκρατωρ εζηλωσα την ιερουσαλημ και την σιων ζηλον μεγαν και θυμω μεγαλω εζηλωσα αυτην

8:3 ταδε λεγει κυριος και επιστρεψω επι σιων και κατασκηνωσω εν μεσω ιερουσαλημ και κληθησεται η ιερουσαλημ πολις η αληθινη και το ορος κυριου παντοκρατορος ορος αγιον

8:4 ταδε λεγει κυριος παντοκρατωρ ετι καθησονται πρεσβυτεροι και πρεσβυτεραι εν ταις πλατειαις ιερουσαλημ εκαστος την ραβδον αυτου εχων εν τη χειρι αυτου απο πληθους ημερων

8:5 και αι πλατειαι της πολεως πλησθησονται παιδαριων και κορασιων παιζοντων εν ταις πλατειαις αυτης

8:6 ταδε λεγει κυριος παντοκρατωρ διοτι ει αδυνατησει ενωπιον των καταλοιπων του λαου τουτου εν ταις ημεραις εκειναις μη και ενωπιον εμου αδυνατησει λεγει κυριος παντοκρατωρ

8:7 ταδε λεγει κυριος παντοκρατωρ ιδου εγω ανασωζω τον λαον μου απο γης ανατολων και απο γης δυσμων

8:8 και εισαξω αυτους και κατασκηνωσω εν μεσω ιερουσαλημ και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον εν αληθεια και εν δικαιοσυνη

8:9 ταδε λεγει κυριος παντοκρατωρ κατισχυετωσαν αι χειρες υμων των ακουοντων εν ταις ημεραις ταυταις τους λογους τουτους εκ στοματος των προφητων αφ' ης ημερας τεθεμελιωται ο οικος κυριου παντοκρατορος και ο ναος αφ' ου ωκοδομηται

8:10 διοτι προ των ημερων εκεινων ο μισθος των ανθρωπων ουκ εσται εις ονησιν και ο μισθος των κτηνων ουχ υπαρξει και τω εκπορευομενω και τω εισπορευομενω ουκ εσται ειρηνη απο της θλιψεως και εξαποστελω παντας τους ανθρωπους εκαστον επι τον πλησιον αυτου

8:11 και νυν ου κατα τας ημερας τας εμπροσθεν εγω ποιω τοις καταλοιποις του λαου τουτου λεγει κυριος παντοκρατωρ

8:12 αλλ' η δειξω ειρηνην η αμπελος δωσει τον καρπον αυτης και η γη δωσει τα γενηματα αυτης και ο ουρανος δωσει την δροσον αυτου και κατακληρονομησω τοις καταλοιποις του λαου μου παντα ταυτα

8:13 και εσται ον τροπον ητε εν καταρα εν τοις εθνεσιν οικος ιουδα και οικος ισραηλ ουτως διασωσω υμας και εσεσθε εν ευλογια θαρσειτε και κατισχυετε εν ταις χερσιν υμων

8:14 διοτι ταδε λεγει κυριος παντοκρατωρ ον τροπον διενοηθην του κακωσαι υμας εν τω παροργισαι με τους πατερας υμων λεγει κυριος παντοκρατωρ και ου μετενοησα

8:15 ουτως παρατεταγμαι και διανενοημαι εν ταις ημεραις ταυταις του καλως ποιησαι την ιερουσαλημ και τον οικον ιουδα θαρσειτε

8:16 ουτοι οι λογοι ους ποιησετε λαλειτε αληθειαν εκαστος προς τον πλησιον αυτου και κριμα ειρηνικον κρινατε εν ταις πυλαις υμων

8:17 και εκαστος την κακιαν του πλησιον αυτου μη λογιζεσθε εν ταις καρδιαις υμων και ορκον ψευδη μη αγαπατε διοτι ταυτα παντα εμισησα λεγει κυριος παντοκρατωρ

8:18 και εγενετο λογος κυριου παντοκρατορος προς με λεγων

8:19 ταδε λεγει κυριος παντοκρατωρ νηστεια η τετρας και νηστεια η πεμπτη και νηστεια η εβδομη και νηστεια η δεκατη εσονται τω οικω ιουδα εις χαραν και εις ευφροσυνην και εις εορτας αγαθας και ευφρανθησεσθε και την αληθειαν και την ειρηνην αγαπησατε

8:20 ταδε λεγει κυριος παντοκρατωρ ετι ηξουσιν λαοι πολλοι και κατοικουντες πολεις πολλας

8:21 και συνελευσονται κατοικουντες πεντε πολεις εις μιαν πολιν λεγοντες πορευθωμεν δεηθηναι του προσωπου κυριου και εκζητησαι το προσωπον κυριου παντοκρατορος πορευσομαι καγω

8:22 και ηξουσιν λαοι πολλοι και εθνη πολλα εκζητησαι το προσωπον κυριου παντοκρατορος εν ιερουσαλημ και του εξιλασκεσθαι το προσωπον κυριου

8:23 ταδε λεγει κυριος παντοκρατωρ εν ταις ημεραις εκειναις εαν επιλαβωνται δεκα ανδρες εκ πασων των γλωσσων των εθνων και επιλαβωνται του κρασπεδου ανδρος ιουδαιου λεγοντες πορευσομεθα μετα σου διοτι ακηκοαμεν οτι ο θεος μεθ' υμων εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase