HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

10:1 αιτεισθε υετον παρα κυριου καθ' ωραν προιμον και οψιμον κυριος εποιησεν φαντασιας και υετον χειμερινον δωσει αυτοις εκαστω βοτανην εν αγρω

10:2 διοτι οι αποφθεγγομενοι ελαλησαν κοπους και οι μαντεις ορασεις ψευδεις και τα ενυπνια ψευδη ελαλουν ματαια παρεκαλουν δια τουτο εξηρθησαν ως προβατα και εκακωθησαν διοτι ουκ ην ιασις

10:3 επι τους ποιμενας παρωξυνθη ο θυμος μου και επι τους αμνους επισκεψομαι και επισκεψεται κυριος ο θεος ο παντοκρατωρ το ποιμνιον αυτου τον οικον ιουδα και ταξει αυτους ως ιππον ευπρεπη αυτου εν πολεμω

10:4 και εξ αυτου επεβλεψεν και εξ αυτου εταξεν και εξ αυτου τοξον εν θυμω εξ αυτου εξελευσεται πας ο εξελαυνων εν τω αυτω

10:5 και εσονται ως μαχηται πατουντες πηλον εν ταις οδοις εν πολεμω και παραταξονται διοτι κυριος μετ' αυτων και καταισχυνθησονται αναβαται ιππων

10:6 και κατισχυσω τον οικον ιουδα και τον οικον ιωσηφ σωσω και κατοικιω αυτους οτι ηγαπησα αυτους και εσονται ον τροπον ουκ απεστρεψαμην αυτους διοτι εγω κυριος ο θεος αυτων και επακουσομαι αυτοις

10:7 και εσονται ως μαχηται του εφραιμ και χαρησεται η καρδια αυτων ως εν οινω και τα τεκνα αυτων οψονται και ευφρανθησονται και χαρειται η καρδια αυτων επι τω κυριω

10:8 σημανω αυτοις και εισδεξομαι αυτους διοτι λυτρωσομαι αυτους και πληθυνθησονται καθοτι ησαν πολλοι

10:9 και σπερω αυτους εν λαοις και οι μακραν μνησθησονται μου εκθρεψουσιν τα τεκνα αυτων και επιστρεψουσιν

10:10 και επιστρεψω αυτους εκ γης αιγυπτου και εξ ασσυριων εισδεξομαι αυτους και εις την γαλααδιτιν και εις τον λιβανον εισαξω αυτους και ου μη υπολειφθη εξ αυτων ουδε εις

10:11 και διελευσονται εν θαλασση στενη και παταξουσιν εν θαλασση κυματα και ξηρανθησεται παντα τα βαθη ποταμων και αφαιρεθησεται πασα υβρις ασσυριων και σκηπτρον αιγυπτου περιαιρεθησεται

10:12 και κατισχυσω αυτους εν κυριω θεω αυτων και εν τω ονοματι αυτου κατακαυχησονται λεγει κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase