HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

11:1 διανοιξον ο λιβανος τας θυρας σου και καταφαγετω πυρ τας κεδρους σου

11:2 ολολυξατω πιτυς διοτι πεπτωκεν κεδρος οτι μεγαλως μεγιστανες εταλαιπωρησαν ολολυξατε δρυες της βασανιτιδος οτι κατεσπασθη ο δρυμος ο συμφυτος

11:3 φωνη θρηνουντων ποιμενων οτι τεταλαιπωρηκεν η μεγαλωσυνη αυτων φωνη ωρυομενων λεοντων οτι τεταλαιπωρηκεν το φρυαγμα του ιορδανου

11:4 ταδε λεγει κυριος παντοκρατωρ ποιμαινετε τα προβατα της σφαγης

11:5 α οι κτησαμενοι κατεσφαζον και ου μετεμελοντο και οι πωλουντες αυτα ελεγον ευλογητος κυριος και πεπλουτηκαμεν και οι ποιμενες αυτων ουκ επασχον ουδεν επ' αυτοις

11:6 δια τουτο ου φεισομαι ουκετι επι τους κατοικουντας την γην λεγει κυριος και ιδου εγω παραδιδωμι τους ανθρωπους εκαστον εις χειρας του πλησιον αυτου και εις χειρας βασιλεως αυτου και κατακοψουσιν την γην και ου μη εξελωμαι εκ χειρος αυτων

11:7 και ποιμανω τα προβατα της σφαγης εις την χαναανιτιν και λημψομαι εμαυτω δυο ραβδους την μιαν εκαλεσα καλλος και την ετεραν εκαλεσα σχοινισμα και ποιμανω τα προβατα

11:8 και εξαρω τους τρεις ποιμενας εν μηνι ενι και βαρυνθησεται η ψυχη μου επ' αυτους και γαρ αι ψυχαι αυτων επωρυοντο επ' εμε

11:9 και ειπα ου ποιμανω υμας το αποθνησκον αποθνησκετω και το εκλειπον εκλειπετω και τα καταλοιπα κατεσθιετωσαν εκαστος τας σαρκας του πλησιον αυτου

11:10 και λημψομαι την ραβδον μου την καλην και απορριψω αυτην του διασκεδασαι την διαθηκην μου ην διεθεμην προς παντας τους λαους

11:11 και διασκεδασθησεται εν τη ημερα εκεινη και γνωσονται οι χαναναιοι τα προβατα τα φυλασσομενα διοτι λογος κυριου εστιν

11:12 και ερω προς αυτους ει καλον ενωπιον υμων εστιν δοτε στησαντες τον μισθον μου η απειπασθε και εστησαν τον μισθον μου τριακοντα αργυρους

11:13 και ειπεν κυριος προς με καθες αυτους εις το χωνευτηριον και σκεψαι ει δοκιμον εστιν ον τροπον εδοκιμασθην υπερ αυτων και ελαβον τους τριακοντα αργυρους και ενεβαλον αυτους εις τον οικον κυριου εις το χωνευτηριον

11:14 και απερριψα την ραβδον την δευτεραν το σχοινισμα του διασκεδασαι την κατασχεσιν ανα μεσον ιουδα και ανα μεσον του ισραηλ

11:15 και ειπεν κυριος προς με ετι λαβε σεαυτω σκευη ποιμενικα ποιμενος απειρου

11:16 διοτι ιδου εγω εξεγειρω ποιμενα επι την γην το εκλιμπανον ου μη επισκεψηται και το διεσκορπισμενον ου μη ζητηση και το συντετριμμενον ου μη ιασηται και το ολοκληρον ου μη κατευθυνη και τα κρεα των εκλεκτων καταφαγεται και τους αστραγαλους αυτων εκστρεψει

11:17 ω οι ποιμαινοντες τα ματαια και οι καταλελοιποτες τα προβατα μαχαιρα επι τους βραχιονας αυτου και επι τον οφθαλμον τον δεξιον αυτου ο βραχιων αυτου ξηραινομενος ξηρανθησεται και ο οφθαλμος ο δεξιος αυτου εκτυφλουμενος εκτυφλωθησεται

 

Created with FREE HTMLCompiler by BibleDatabase