HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Zechariah 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14]

14:1 ιδου ημεραι ερχονται του κυριου και διαμερισθησεται τα σκυλα σου εν σοι

14:2 και επισυναξω παντα τα εθνη επι ιερουσαλημ εις πολεμον και αλωσεται η πολις και διαρπαγησονται αι οικιαι και αι γυναικες μολυνθησονται και εξελευσεται το ημισυ της πολεως εν αιχμαλωσια οι δε καταλοιποι του λαου μου ου μη εξολεθρευθωσιν εκ της πολεως

14:3 και εξελευσεται κυριος και παραταξεται εν τοις εθνεσιν εκεινοις καθως ημερα παραταξεως αυτου εν ημερα πολεμου

14:4 και στησονται οι ποδες αυτου εν τη ημερα εκεινη επι το ορος των ελαιων το κατεναντι ιερουσαλημ εξ ανατολων και σχισθησεται το ορος των ελαιων το ημισυ αυτου προς ανατολας και το ημισυ αυτου προς θαλασσαν χαος μεγα σφοδρα και κλινει το ημισυ του ορους προς βορραν και το ημισυ αυτου προς νοτον

14:5 και εμφραχθησεται φαραγξ ορεων μου και εγκολληθησεται φαραγξ ορεων εως ιασολ και εμφραχθησεται καθως ενεφραγη εν ταις ημεραις του σεισμου εν ημεραις οζιου βασιλεως ιουδα και ηξει κυριος ο θεος μου και παντες οι αγιοι μετ' αυτου

14:6 εν εκεινη τη ημερα ουκ εσται φως και ψυχος και παγος

14:7 εσται μιαν ημεραν και η ημερα εκεινη γνωστη τω κυριω και ουχ ημερα και ου νυξ και προς εσπεραν εσται φως

14:8 και εν τη ημερα εκεινη εξελευσεται υδωρ ζων εξ ιερουσαλημ το ημισυ αυτου εις την θαλασσαν την πρωτην και το ημισυ αυτου εις την θαλασσαν την εσχατην και εν θερει και εν εαρι εσται ουτως

14:9 και εσται κυριος εις βασιλεα επι πασαν την γην εν τη ημερα εκεινη εσται κυριος εις και το ονομα αυτου εν

14:10 κυκλων πασαν την γην και την ερημον απο γαβε εως ρεμμων κατα νοτον ιερουσαλημ ραμα δε επι τοπου μενει απο της πυλης βενιαμιν εως του τοπου της πυλης της πρωτης εως της πυλης των γωνιων και εως του πυργου ανανεηλ εως των υποληνιων του βασιλεως

14:11 κατοικησουσιν εν αυτη και ουκ εσται αναθεμα ετι και κατοικησει ιερουσαλημ πεποιθοτως

14:12 και αυτη εσται η πτωσις ην κοψει κυριος παντας τους λαους οσοι επεστρατευσαν επι ιερουσαλημ τακησονται αι σαρκες αυτων εστηκοτων αυτων επι τους ποδας αυτων και οι οφθαλμοι αυτων ρυησονται εκ των οπων αυτων και η γλωσσα αυτων τακησεται εν τω στοματι αυτων

14:13 και εσται εν τη ημερα εκεινη εκστασις κυριου επ' αυτους μεγαλη και επιλημψονται εκαστος της χειρος του πλησιον αυτου και συμπλακησεται η χειρ αυτου προς χειρα του πλησιον αυτου

14:14 και ο ιουδας παραταξεται εν ιερουσαλημ και συναξει την ισχυν παντων των λαων κυκλοθεν χρυσιον και αργυριον και ιματισμον εις πληθος σφοδρα

14:15 και αυτη εσται η πτωσις των ιππων και των ημιονων και των καμηλων και των ονων και παντων των κτηνων των οντων εν ταις παρεμβολαις εκειναις κατα την πτωσιν ταυτην

14:16 και εσται οσοι εαν καταλειφθωσιν εκ παντων των εθνων των ελθοντων επι ιερουσαλημ και αναβησονται κατ' ενιαυτον του προσκυνησαι τω βασιλει κυριω παντοκρατορι και του εορταζειν την εορτην της σκηνοπηγιας

14:17 και εσται οσοι εαν μη αναβωσιν εκ πασων των φυλων της γης εις ιερουσαλημ του προσκυνησαι τω βασιλει κυριω παντοκρατορι και ουτοι εκεινοις προστεθησονται

14:18 εαν δε φυλη αιγυπτου μη αναβη μηδε ελθη εκει και επι τουτοις εσται η πτωσις ην παταξει κυριος παντα τα εθνη οσα εαν μη αναβη του εορτασαι την εορτην της σκηνοπηγιας

14:19 αυτη εσται η αμαρτια αιγυπτου και η αμαρτια παντων των εθνων οσα αν μη αναβη του εορτασαι την εορτην της σκηνοπηγιας

14:20 εν τη ημερα εκεινη εσται το επι τον χαλινον του ιππου αγιον τω κυριω παντοκρατορι και εσονται οι λεβητες οι εν τω οικω κυριου ως φιαλαι προ προσωπου του θυσιαστηριου

14:21 και εσται πας λεβης εν ιερουσαλημ και εν τω ιουδα αγιον τω κυριω παντοκρατορι και ηξουσιν παντες οι θυσιαζοντες και λημψονται εξ αυτων και εψησουσιν εν αυτοις και ουκ εσται χαναναιος ουκετι εν τω οικω κυριου παντοκρατορος εν τη ημερα εκεινη .

 

Created with FREE HTMLCompiler by BibleDatabase