Index: Greek NT (Stephanos-1550) UTF-8

 

Mark 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

8:1 εν εκειναις ταις ημεραις παμπολλου οχλου οντος και μη εχοντων τι φαγωσιν προσκαλεσαμενος ο ιησους τους μαθητας αυτου λεγει αυτοις

8:2 σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημερας τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν

8:3 και εαν απολυσω αυτους νηστεις εις οικον αυτων εκλυθησονται εν τη οδω τινες γαρ αυτων μακροθεν ηκασιν

8:4 και απεκριθησαν αυτω οι μαθηται αυτου ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας

8:5 και επηρωτα αυτους ποσους εχετε αρτους οι δε ειπον επτα

8:6 και παρηγγειλεν τω οχλω αναπεσειν επι της γης και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παραθωσιν και παρεθηκαν τω οχλω

8:7 και ειχον ιχθυδια ολιγα και ευλογησας ειπεν παραθειναι και αυτα

8:8 εφαγον δε και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδας

8:9 ησαν δε οι φαγοντες ως τετρακισχιλιοι και απελυσεν αυτους

8:10 και ευθεως εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα

8:11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντες παρ αυτου σημειον απο του ουρανου πειραζοντες αυτον

8:12 και αναστεναξας τω πνευματι αυτου λεγει τι η γενεα αυτη σημειον επιζητει αμην λεγω υμιν ει δοθησεται τη γενεα ταυτη σημειον

8:13 και αφεις αυτους εμβας παλιν εις το πλοιον απηλθεν εις το περαν

8:14 και επελαθοντο λαβειν αρτους και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω

8:15 και διεστελλετο αυτοις λεγων ορατε βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου

8:16 και διελογιζοντο προς αλληλους λεγοντες οτι αρτους ουκ εχομεν

8:17 και γνους ο ιησους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνιετε ετι πεπωρωμενην εχετε την καρδιαν υμων

8:18 οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε και ου μνημονευετε

8:19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους ποσους κοφινους πληρεις κλασματων ηρατε λεγουσιν αυτω δωδεκα

8:20 οτε δε τους επτα εις τους τετρακισχιλιους ποσων σπυριδων πληρωματα κλασματων ηρατε οι δε ειπον επτα

8:21 και ελεγεν αυτοις πως ου συνιετε

8:22 και ερχεται εις βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται

8:23 και επιλαβομενος της χειρος του τυφλου εξηγαγεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπει

8:24 και αναβλεψας ελεγεν βλεπω τους ανθρωπους οτι ως δενδρα ορω περιπατουντας

8:25 ειτα παλιν επεθηκεν τας χειρας επι τους οφθαλμους αυτου και εποιησεν αυτον αναβλεψαι και αποκατεσταθη και ενεβλεψεν τηλαυγως απαντας

8:26 και απεστειλεν αυτον εις τον οικον αυτου λεγων μηδε εις την κωμην εισελθης μηδε ειπης τινι εν τη κωμη

8:27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις τινα με λεγουσιν οι ανθρωποι ειναι

8:28 οι δε απεκριθησαν ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε ενα των προφητων

8:29 και αυτος λεγει αυτοις υμεις δε τινα με λεγετε ειναι αποκριθεις δε ο πετρος λεγει αυτω συ ει ο χριστος

8:30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου

8:31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι

8:32 και παρρησια τον λογον ελαλει και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω

8:33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

8:34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις οστις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι

8:35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου και του ευαγγελιου ουτος σωσει αυτην

8:36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου

8:37 η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου

8:38 ος γαρ αν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων