Index: Greek NT (Stephanos-1550) UTF-8

 

Mark 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

11:1 και οτε εγγιζουσιν εις ιερουσαλημ εις βηθφαγη και βηθανιαν προς το ορος των ελαιων αποστελλει δυο των μαθητων αυτου

11:2 και λεγει αυτοις υπαγετε εις την κωμην την κατεναντι υμων και ευθεως εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεις ανθρωπων κεκαθικεν λυσαντες αυτον αγαγετε

11:3 και εαν τις υμιν ειπη τι ποιειτε τουτο ειπατε οτι ο κυριος αυτου χρειαν εχει και ευθεως αυτον αποστελει ωδε

11:4 απηλθον δε και ευρον τον πωλον δεδεμενον προς την θυραν εξω επι του αμφοδου και λυουσιν αυτον

11:5 και τινες των εκει εστηκοτων ελεγον αυτοις τι ποιειτε λυοντες τον πωλον

11:6 οι δε ειπον αυτοις καθως ενετειλατο ο ιησους και αφηκαν αυτους

11:7 και ηγαγον τον πωλον προς τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων και εκαθισεν επ αυτω

11:8 πολλοι δε τα ιματια αυτων εστρωσαν εις την οδον αλλοι δε στοιβαδας εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον

11:9 και οι προαγοντες και οι ακολουθουντες εκραζον λεγοντες ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου

11:10 ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατρος ημων δαβιδ ωσαννα εν τοις υψιστοις

11:11 και εισηλθεν εις ιεροσολυμα ο ιησους και εις το ιερον και περιβλεψαμενος παντα οψιας ηδη ουσης της ωρας εξηλθεν εις βηθανιαν μετα των δωδεκα

11:12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν

11:13 και ιδων συκην μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα ευρησει τι εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ου γαρ ην καιρος συκων

11:14 και αποκριθεις ο ιησους ειπεν αυτη μηκετι εκ σου εις τον αιωνα μηδεις καρπον φαγοι και ηκουον οι μαθηται αυτου

11:15 και ερχονται εις ιεροσολυμα και εισελθων ο ιησους εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν

11:16 και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου

11:17 και εδιδασκεν λεγων αυτοις ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν υμεις δε εποιησατε αυτον σπηλαιον ληστων

11:18 και ηκουσαν οι γραμματεις και οι αρχιερεις και εζητουν πως αυτον απολεσουσιν εφοβουντο γαρ αυτον οτι πας ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου

11:19 και οτε οψε εγενετο εξεπορευετο εξω της πολεως

11:20 και πρωι παραπορευομενοι ειδον την συκην εξηραμμενην εκ ριζων

11:21 και αναμνησθεις ο πετρος λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται

11:22 και αποκριθεις ιησους λεγει αυτοις εχετε πιστιν θεου

11:23 αμην γαρ λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω αρθητι και βληθητι εις την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη

11:24 δια τουτο λεγω υμιν παντα οσα αν προσευχομενοι αιτεισθε πιστευετε οτι λαμβανετε και εσται υμιν

11:25 και οταν στηκητε προσευχομενοι αφιετε ει τι εχετε κατα τινος ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων

11:26 ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων

11:27 και ερχονται παλιν εις ιεροσολυμα και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι

11:28 και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεις και τις σοι την εξουσιαν ταυτην εδωκεν ινα ταυτα ποιης

11:29 ο δε ιησους αποκριθεις ειπεν αυτοις επερωτησω υμας καγω ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω

11:30 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι

11:31 και ελογιζοντο προς εαυτους λεγοντες εαν ειπωμεν εξ ουρανου ερει διατι ουν ουκ επιστευσατε αυτω

11:32 αλλ εαν ειπωμεν εξ ανθρωπων εφοβουντο τον λαον απαντες γαρ ειχον τον ιωαννην οτι οντως προφητης ην

11:33 και αποκριθεντες λεγουσιν τω ιησου ουκ οιδαμεν και ο ιησους αποκριθεις λεγει αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω