Index: Greek NT (Stephanos-1550) UTF-8

 

Acts 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

10:1 ανηρ δε τις ην εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης

10:2 ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου διαπαντος

10:3 ειδεν εν οραματι φανερως ωσει ωραν εννατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε

10:4 ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον ενωπιον του θεου

10:5 και νυν πεμψον εις ιοππην ανδρας και μεταπεμψαι σιμωνα ος επικαλειται πετρος

10:6 ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν ουτος λαλησει σοι τι σε δει ποιειν

10:7 ως δε απηλθεν ο αγγελος ο λαλων τω κορνηλιω φωνησας δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω

10:8 και εξηγησαμενος αυτοις απαντα απεστειλεν αυτους εις την ιοππην

10:9 τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην

10:10 εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασις

10:11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις δεδεμενον και καθιεμενον επι της γης

10:12 εν ω υπηρχεν παντα τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου

10:13 και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε

10:14 ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον

10:15 και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου

10:16 τουτο δε εγενετο επι τρις και παλιν ανεληφθη το σκευος εις τον ουρανον

10:17 ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν και ιδου οι ανδρες οι απεσταλμενοι απο του κορνηλιου διερωτησαντες την οικιαν σιμωνος επεστησαν επι τον πυλωνα

10:18 και φωνησαντες επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται

10:19 του δε πετρου ενθυμουμενου περι του οραματος ειπεν αυτω το πνευμα ιδου ανδρες τρεις ζητουσιν σε

10:20 αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος διοτι εγω απεσταλκα αυτους

10:21 καταβας δε πετρος προς τους ανδρας τους απεσταλμενους απο του κορνηλιου προς αυτον ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε

10:22 οι δε ειπον κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου

10:23 εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον ο πετρος εξηλθεν συν αυτοις και τινες των αδελφων των απο της ιοππης συνηλθον αυτω

10:24 και τη επαυριον εισηλθον εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους

10:25 ως δε εγενετο εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν

10:26 ο δε πετρος αυτον ηγειρεν λεγων αναστηθι καγω αυτος ανθρωπος ειμι

10:27 και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους

10:28 εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω και εμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον

10:29 διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με

10:30 και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην νηστευων και την εννατην ωραν προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα

10:31 και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου

10:32 πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν ος παραγενομενος λαλησει σοι

10:33 εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου

10:34 ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτης ο θεος

10:35 αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν

10:36 τον λογον ον απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος

10:37 υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενον απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης

10:38 ιησουν τον απο ναζαρετ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου

10:39 και ημεις εσμεν μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ ον ανειλον κρεμασαντες επι ξυλου

10:40 τουτον ο θεος ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι

10:41 ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων

10:42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων

10:43 τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον

10:44 ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον

10:45 και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθον τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται

10:46 ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη ο πετρος

10:47 μητι το υδωρ κωλυσαι δυναται τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον καθως και ημεις

10:48 προσεταξεν τε αυτους βαπτισθηναι εν τω ονοματι του κυριου τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας