Index: Greek NT (Stephanos-1550) UTF-8

 

1 Corinthians 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

10:1 ου θελω δε υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον

10:2 και παντες εις τον μωσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση

10:3 και παντες το αυτο βρωμα πνευματικον εφαγον

10:4 και παντες το αυτο πομα πνευματικον επιον επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η δε πετρα ην ο χριστος

10:5 αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω

10:6 ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν

10:7 μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ως γεγραπται εκαθισεν ο λαος φαγειν και πιειν και ανεστησαν παιζειν

10:8 μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσον εν μια ημερα εικοσιτρεις χιλιαδες

10:9 μηδε εκπειραζωμεν τον χριστον καθως και τινες αυτων επειρασαν και υπο των οφεων απωλοντο

10:10 μηδε γογγυζετε καθως και τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου

10:11 ταυτα δε παντα τυποι συνεβαινον εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντησεν

10:12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση

10:13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υμας υπενεγκειν

10:14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατρειας

10:15 ως φρονιμοις λεγω κρινατε υμεις ο φημι

10:16 το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια του αιματος του χριστου εστιν τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν

10:17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν

10:18 βλεπετε τον ισραηλ κατα σαρκα ουχι οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν

10:19 τι ουν φημι οτι ειδωλον τι εστιν η οτι ειδωλοθυτον τι εστιν

10:20 αλλ οτι α θυει τα εθνη δαιμονιοις θυει και ου θεω ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι

10:21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων

10:22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν

10:23 παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ου παντα οικοδομει

10:24 μηδεις το εαυτου ζητειτω αλλα το του ετερου εκαστος

10:25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

10:26 του γαρ κυριου η γη και το πληρωμα αυτης

10:27 ει δε τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

10:28 εαν δε τις υμιν ειπη τουτο ειδωλοθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν του γαρ κυριου η γη και το πληρωμα αυτης

10:29 συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως

10:30 ει δε εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω

10:31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε

10:32 απροσκοποι γινεσθε και ιουδαιοις και ελλησιν και τη εκκλησια του θεου

10:33 καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφερον αλλα το των πολλων ινα σωθωσιν