Index: Greek NT (Stephanos-1550) UTF-8

 

2 Corinthians 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

9:1 περι μεν γαρ της διακονιας της εις τους αγιους περισσον μοι εστιν το γραφειν υμιν

9:2 οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι μακεδοσιν οτι αχαια παρεσκευασται απο περυσι και ο εξ υμων ζηλος ηρεθισεν τους πλειονας

9:3 επεμψα δε τους αδελφους ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερει τουτω ινα καθως ελεγον παρεσκευασμενοι ητε

9:4 μηπως εαν ελθωσιν συν εμοι μακεδονες και ευρωσιν υμας απαρασκευαστους καταισχυνθωμεν ημεις ινα μη λεγωμεν υμεις εν τη υποστασει ταυτη της καυχησεως

9:5 αναγκαιον ουν ηγησαμην παρακαλεσαι τους αδελφους ινα προελθωσιν εις υμας και προκαταρτισωσιν την προκατηγγελμενην ευλογιαν υμων ταυτην ετοιμην ειναι ουτως ως ευλογιαν και μη ωσπερ πλεονεξιαν

9:6 τουτο δε ο σπειρων φειδομενως φειδομενως και θερισει και ο σπειρων επ ευλογιαις επ ευλογιαις και θερισει

9:7 εκαστος καθως προαιρειται τη καρδια μη εκ λυπης η εξ αναγκης ιλαρον γαρ δοτην αγαπα ο θεος

9:8 δυνατος δε ο θεος πασαν χαριν περισσευσαι εις υμας ινα εν παντι παντοτε πασαν αυταρκειαν εχοντες περισσευητε εις παν εργον αγαθον

9:9 καθως γεγραπται εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενει εις τον αιωνα

9:10 ο δε επιχορηγων σπερμα τω σπειροντι και αρτον εις βρωσιν χορηγησαι και πληθυναι τον σπορον υμων και αυξησαι τα γεννηματα της δικαιοσυνης υμων

9:11 εν παντι πλουτιζομενοι εις πασαν απλοτητα ητις κατεργαζεται δι ημων ευχαριστιαν τω θεω

9:12 οτι η διακονια της λειτουργιας ταυτης ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω

9:13 δια της δοκιμης της διακονιας ταυτης δοξαζοντες τον θεον επι τη υποταγη της ομολογιας υμων εις το ευαγγελιον του χριστου και απλοτητι της κοινωνιας εις αυτους και εις παντας

9:14 και αυτων δεησει υπερ υμων επιποθουντων υμας δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν

9:15 χαρις δε τω θεω επι τη ανεκδιηγητω αυτου δωρεα