Index: Greek NT (Stephanos-1550) UTF-8

 

Ephesians 1

[1] [2] [3] [4] [5] [6]

1:1 παυλος αποστολος ιησου χριστου δια θεληματος θεου τοις αγιοις τοις ουσιν εν εφεσω και πιστοις εν χριστω ιησου

1:2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

1:3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο ευλογησας ημας εν παση ευλογια πνευματικη εν τοις επουρανιοις χριστω

1:4 καθως εξελεξατο ημας εν αυτω προ καταβολης κοσμου ειναι ημας αγιους και αμωμους κατενωπιον αυτου εν αγαπη

1:5 προορισας ημας εις υιοθεσιαν δια ιησου χριστου εις αυτον κατα την ευδοκιαν του θεληματος αυτου

1:6 εις επαινον δοξης της χαριτος αυτου εν η εχαριτωσεν ημας εν τω ηγαπημενω

1:7 εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα τον πλουτον της χαριτος αυτου

1:8 ης επερισσευσεν εις ημας εν παση σοφια και φρονησει

1:9 γνωρισας ημιν το μυστηριον του θεληματος αυτου κατα την ευδοκιαν αυτου ην προεθετο εν αυτω

1:10 εις οικονομιαν του πληρωματος των καιρων ανακεφαλαιωσασθαι τα παντα εν τω χριστω τα τε εν τοις ουρανοις και τα επι της γης

1:11 εν αυτω εν ω και εκληρωθημεν προορισθεντες κατα προθεσιν του τα παντα ενεργουντος κατα την βουλην του θεληματος αυτου

1:12 εις το ειναι ημας εις επαινον της δοξης αυτου τους προηλπικοτας εν τω χριστω

1:13 εν ω και υμεις ακουσαντες τον λογον της αληθειας το ευαγγελιον της σωτηριας υμων εν ω και πιστευσαντες εσφραγισθητε τω πνευματι της επαγγελιας τω αγιω

1:14 ος εστιν αρραβων της κληρονομιας ημων εις απολυτρωσιν της περιποιησεως εις επαινον της δοξης αυτου

1:15 δια τουτο καγω ακουσας την καθ υμας πιστιν εν τω κυριω ιησου και την αγαπην την εις παντας τους αγιους

1:16 ου παυομαι ευχαριστων υπερ υμων μνειαν υμων ποιουμενος επι των προσευχων μου

1:17 ινα ο θεος του κυριου ημων ιησου χριστου ο πατηρ της δοξης δωη υμιν πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου

1:18 πεφωτισμενους τους οφθαλμους της διανοιας υμων εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου και τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις

1:19 και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου εις ημας τους πιστευοντας κατα την ενεργειαν του κρατους της ισχυος αυτου

1:20 ην ενηργησεν εν τω χριστω εγειρας αυτον εκ νεκρων και εκαθισεν εν δεξια αυτου εν τοις επουρανιοις

1:21 υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος και παντος ονοματος ονομαζομενου ου μονον εν τω αιωνι τουτω αλλα και εν τω μελλοντι

1:22 και παντα υπεταξεν υπο τους ποδας αυτου και αυτον εδωκεν κεφαλην υπερ παντα τη εκκλησια

1:23 ητις εστιν το σωμα αυτου το πληρωμα του παντα εν πασιν πληρουμενου