Index: Greek NT (Stephanos-1550) UTF-8

 

Ephesians 5

[1] [2] [3] [4] [5] [6]

5:1 γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα

5:2 και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας

5:3 πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις

5:4 και αισχροτης και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια

5:5 τουτο γαρ εστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ος εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου

5:6 μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας

5:7 μη ουν γινεσθε συμμετοχοι αυτων

5:8 ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε

5:9 ο γαρ καρπος του πνευματος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια

5:10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω

5:11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε

5:12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν

5:13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν

5:14 διο λεγει εγειραι ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος

5:15 βλεπετε ουν πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι

5:16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν

5:17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιεντες τι το θελημα του κυριου

5:18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι

5:19 λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες εν τη καρδια υμων τω κυριω

5:20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι

5:21 υποτασσομενοι αλληλοις εν φοβω θεου

5:22 αι γυναικες τοις ιδιοις ανδρασιν υποτασσεσθε ως τω κυριω

5:23 οτι ο ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας και αυτος εστιν σωτηρ του σωματος

5:24 αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ιδιοις ανδρασιν εν παντι

5:25 οι ανδρες αγαπατε τας γυναικας εαυτων καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης

5:26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι

5:27 ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος

5:28 ουτως οφειλουσιν οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα

5:29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθως και ο κυριος την εκκλησιαν

5:30 οτι μελη εσμεν του σωματος αυτου εκ της σαρκος αυτου και εκ των οστεων αυτου

5:31 αντι τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν

5:32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και εις την εκκλησιαν

5:33 πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα